Ancient Greek
Dfhg-Source dfhg2_HERODORUS_HERACLEENSIS
HERODORUS HERACLEENSIS, Fragmenta 53
Not analysed yet
Ὁ μὲν Ἀπολλώνιος μετὰ τὸ φυγεῖν τὴν Μήδειαν ἐκ τοῦ Αἰήτου οἴκου πεποίηκε ὑπισχνουμένην τὸ κῶας τῷ Ἰάσονι· ὁ δὲ τὰ Ναυπακτικὰ γράψας συνεκφέρουσαν αὐτὴν ποιεῖ τὸ κῶας κατὰ τὴν φυγὴν, ἐν τῷ οἴκῳ κείμενον τοῦ Αἰήτου· ὁ δὲ Ἡρόδωρος, μετὰ τὴν ἀνάζευξιν τῶν Ἀργοναυτῶν ἀποσταλῆναι τὸν Ἰάσονα ὑπὸ τοῦ Αἰήτου ἐπὶ τὸ κῶας· τὸν δὲ πορευθέντα φονεῦσαί τε τὸν δράκοντα καὶ τὸ κὼας ἀπενεγκεῖν πρὸς Αἰήτην· τὸν δὲ δόλῳ καλέσαι αὐτοὺς ἐπὶ δεῖπνον.