Ancient Greek
Dfhg-Source dfhg2_HERODORUS_HERACLEENSIS
HERODORUS HERACLEENSIS, Fragmenta 54
Not analysed yet
Ὁ μὲν Ἀπολλώνιος νυκτός φησι πεφευγέναι τὴν Μήδειαν ἐπὶ τὴν ναῦν, Αἰήτου συνέδριον ἔχοντος Κόλχων περὶ διαφθορᾶς τῶν ἡρώων· ὁ δὲ τὰ Ναυπακτικὰ πεποιηκὼς ὑπὸ Ἀφροδίτης φησὶ τὸν Αἰήτην κατακοιμηθῆναι, ἐπιθυμήσαντα τῇ αὑτοῦ γυναικὶ [Εὐρυλύτῃ] συγγενέσθαι, δεδειπνηκότων παρ ̓ αὐτῷ τῶν Κόλχων καὶ κοιμωμένων· διὰ τὸ βούλεσθαι αὐτὸν ναῦν ἐμπρῆσαι· Δὴ τότ ̓ ἄρ ̓ Αἰήτῃ πόθον ἔμβαλε δἰ ̓ Ἀφροδίτη Εὐρυλύτης φιλότητι μιγήμεναι, ἧς ἀλόχοιο, κηδομένη φρεσὶν ᾗσιν, ὅπως μετ ̓ ἄεθλον Ἰήσων νοστήσῃ οἶκόνδε σὺν ἀγχεμάχοις ἑτάροισιν. Ὁ δὲ Ἴδμων συνῆκε τὸ γεγονὸς, καί φησι· Φευγέμεναι μεγάροιο θοὴν διὰ νύκτα μέλαιναν· τὴν δὲ Μήδειαν τὴν ποδοψοφίαν ἀκούσασαν, ἀναστᾶσαν ἐξορμῆσαι. Λέγει δὲ καὶ Ἡρόδωρος ταῦτα.