Ancient Greek
ΨΑΛΜΟΣ Ζʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ Ζʹ.
Not analysed yet
Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου. Ὑψωθῆναι τὸν Χριστὸν ἐπὶ τοῦ σταυροῦ παρακαλεῖ, συντελείας καὶ ἀφανισμοῦ τῶν δαιμόνων ἕνεκα. Ὅταν γὰρ ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Πέρας δὲ ταῦτα καὶ κατάλυσις τῆς τῶν νοητῶν ἐχθρῶν δυναστείας ἐγένετο.