Ancient Greek
ΨΑΛΜΟΣ ΙΖʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΙΖʹ.
Not analysed yet
Καὶ ἔκλινεν οὐρανούς, καὶ κατέβη. Ἔκλινεν οὐρανούς, ἵνα τὴν γῆν τῷ οὐρανῷ συνάψῃ, καὶ τοῖς κάτω πρὸς τὰ ἄνω κοινωνίαν χαρίσηται. Οὐκ ἂν δὲ τοῦτο ἐγένετο, εἰ μὴ καταβὰς τοῦτον τὸν τρόπον, ἐπεδήμει τῇ γῇ, καθ’ ὂν ἠδύνατο δέχεσθαι, τουτέστιν ἐν σαρκί, ἥντινα γνόφον ὑπὸ τοὺς πόδας ἐκάλεσε.