Ancient Greek
ΨΑΛΜΟΣ ΛΒʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΛΒʹ.
Not analysed yet
Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν. Ἐλεημοσύνην τὴν φιλανθρωπίαν λέγει, ἣν τῆς κρίσεως διὰ τοῦτο προέταξεν, ἐπεὶ προτέρᾳ τῇ φιλανθρωπίᾳ ὁ Θεός, μετὰ δὲ ταῦτα τῇ κρίσει κέχρηται κατὰ τῶν ἐπιμεινάντων τῇ ἁμαρτίᾳ. Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα. Ἀβύσσους δὲ τὰ πλήθη τῶν ὑδάτων λέγει, ἄπερ ἐν ἀποκρύφοις ὑπὸ τὴν γῆν ὁ Δημιουργὸς ἔταξεν, ὥστε καὶ κατὰ τοῦτο τὴν αὐτοῦ σοφίαν θαυμάζεσθαι. Ὥστε τὴν ξηρὰν ἐπάνω τῆς ὑγρᾶς ἐθεμελίωσε, καὶ τὸ βαρὺ ὑπὸ τοῦ ἐλαφροτέρου βαστάζεσθαι δέδωκεν. Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν. Ὥστε μάτην τῆς τοῦ σώματος ἰσχύος ἐπιμελούμεθα, εἰκῆ δὲ δύναμιν ἑαυτοῖς τὴν ἀπὸ συγγενῶν, καὶ φίλων, καὶ πλούτου περιβάλλομεν· οὐδὲν ἕτερον γὰρ σῶσαι δίχα τῆς συνεργείας τῆς ἄνωθεν δύναται. Ὑπόδειγμα δὲ τὸν Γολιὰθ καὶ τὸν Φαραὼ λάμβανε. Ὁ μὲν γίγας ὑπάρχων ἰσχυρός, ἀπὸ τοῦ Δαβὶδ ἁπλοῦ παιδαρίου νενίκηται· ὁ δὲ μετὰ πλήθους ἁρμάτων τὸν Ἰσραὴλ διώξας τάφον ἔσχε τὴν θάλασσαν.