Ancient Greek
ΨΑΛΜΟΣ ΛΓʹ.
Hesychius Hierosolymitanus, Commentarius magnus in Psalmos (Ms Α) ΨΑΛΜΟΣ ΛΓʹ.
Not analysed yet
Δεῦτε, τέκνα, ἀκούσατέ μου. Δεῦτε, λέγει τοῖς ἐγγύς, καὶ τοῖς πόῤῥωθεν, ἵν’ οἱ μὲν μακρὰν ἐγγίσωσιν, οἱ δὲ ἐγγὺς ἐγγύτερον γένωνται, ὑπακοὴν ὡς πατρὶ τῷ Θεῷ προσκομίζοντες, καὶ φόβον θεῖον διδαχθῶσιν, ἀπαλλαγὴν τοῦ φόβου τῶν δαιμόνων παρέχοντα, ὅθεν ἐπιφέρει· Φόβον Κυρίου διδάξω ὑμᾶς.