Ancient Greek
Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS
HESYCHIUS MILESIUS, Fragmenta 1
Not analysed yet
Παλματίους ἐκούους, ὁ τοῦ Παλματίου ἵππος. Ὢν δὲ Παλμάτιος οὗτος ἱππεὺς παμπλούσιος διὰ τυραννίδα ἐδημεύθη, περὶ οὗ φησιν ὁ Ἰλλούστριος Ἡσύχιος ὁ φιλοσοφήσας (l. Φιλοσοφίας) τῆς Μιλησίας, ἐν τῷ πέμπτῳ χρονικῷ διαστήματι τῆς Ἱστορίας ταῦτα· «Κατὰ τοὺς χρόνους Οὐαλεριανοῦ ἐν Καισαρείᾳ τῆς Καππαδοκίας Παλμάτιός τις, οἰκίαν ὑπὲρ τὰ βασίλεια κεκτημένος, ἵππων τε ἀγέλαις καὶ τῷ ἄλλῳ πλούτῳ κομῶν, εἰς πολὺ μέρος τῶν μοναρχούντων ἐφικνούμενος, ἀσελγὴς δὲ, εἴ τις ἕτερος, ὡς καὶ ὑπατικοῦ τινὸς Ἰσοαίμου τοὔνομα γαμετὴν Αἰθερίαν καλουμένην ἁρπάσαι καὶ εἰς Σίδην ἐκκομίσαι· *διότι προστατεύων ἐτύγχανε τῆς ἐναντίας τοῦ δήμου μοίρας.»