Ancient Greek
Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS
HESYCHIUS MILESIUS, Fragmenta 2
Not analysed yet
Καὶ νικήσας ὁ Καῖσαρ τὸν Ἀντώνιον καὶ τὴν Κλεοπάτραν ἔκτισε πόλιν, καλέσας αὐτὴν Νικόπολιν διὰ τὸ ἐκεῖσε ἡττηθῆναι τὸν Ἀντώνιον. Ἀπὸ δὲ τοῦ ἀκρωτηρίου τοῦ καλουμένου Ἀκτίου καὶ τὰς καλουμένας ἰνδικτιῶνας ἐκάλεσεν. Οὕτω γὰρ γράφει Ἡσύχιος ὁ Ἰλλούστριος· «Ἰνδικτιών, τιῦτ ̓ ἔστιν Ἰνακτιών, ἡ περὶ τὸ Ἄκτιον νίκη. Διὰ τοῦτο ἄρχεται μὲν ἰνδικτιὼν ἀπὸ πρώτης καὶ καταλήγει μέχρι τῆς ιεʹ, καὶ πάλιν ὑποστρέφει καὶ ἄρχεται ἀπὸ πρώτης, διὰ τὸ τὸν Ἀντώνιον συνάρχοντα γενέσθαι Αὐγούστῳ τῷ Καίσαρι μέχρι τοῦ ιεʹ χρόνου· μετὰ δὲ ταῦτα μόνος ἐκράτησεν Αὔγουστος.»