Ancient Greek
Dfhg-Source dfhg4_HESYCHIUS_MILESIUS
HESYCHIUS MILESIUS, Fragmenta 3
Not analysed yet
Ἐῶ Καλάνδον Νόννον τε καὶ τὸν τε καὶ τὸν Εἰδὸν σὺν τούτῳ, ὠνπερ τὸ εὐεργέτημα ἡμέραις παρεγράφη. Ἐν χρόνοις Ἀντωνίνου γὰρ Ῥωμαίων ἡττηθέντων καὶ συγκλεισθέντων ἐν αὐτῇ τῇ γεραιτέρᾳ Ῥώμῃ, κινδυνευόντων τε λιμῷ πάντων διαφθαρῆναι, οὔτοι τὸν δῆμον οἴκοθεν ἔτρεφον τὸν τῆς Ῥώμης, ἡμέρας ὀκτωκαίδεκα Κάλανδος κατὰ μῆνα, Νόννος ἡμέρας δὲ ὀκτὼ, τὰς τέσσαρας Εἰδὸς δέ. Ἡσύχιος Ἰλλούστριος, Πλούταρχός τε καὶ Δίων καὶ Διονύσιος ὁμοῦ γράφουσι ταῦτα πάντα.