Ancient Greek
252.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 252.1
Unproofread scanNot analysed yet
ΔΗΜΗΤΡΙΟΥ ΦΑΛΗΡΕΩΣ ΤΩΝ ΕΠΤΑ ΣΟΦΩΝ ΑΠΟΦΘΕΓΜΑΤΑ. α'. Κλεόβουλος Εὐαγόρου Λίνδιος ἔφη· Μέτρον ἄριστον. —Πατέρα δεῖ αἰδεῖσθαι. —Εὖ τὸ σῶμα ἔχειν καὶ τὴν ψυχήν. —Φιλήκοον καὶ μὴ πολυλήκοον. —Πολυμαθῆ, μὴ ἀμαθῆ. —Γλωσσαν εὐχρῆμον κεκτησθαι. —Ἀρετῆς οἰκεῖον καὶ χαρίτας ὁλλότριον ἀδικίαν μισεῖν. —Εὐσέβειαν φυλάσσειν. —Πολίταις τὰ βέλτιστα συμβουλεύειν. —Γλῶττης κρατεῖν. —Βία μηδὲν πράττειν. —Τέκνα παιδεύειν. —Τύχῃ εὐχεσθαι. —Ἐχθρας διαλύειν. —Τὸν τοῦ δήμου ἔχθρὸν πολέμιον νομίζειν. —Γυναικὶ μὴ μάχεσθαι· μηδὲ φιλοφρονεῖσθαι ἄλλοτρίων παρόντων· τὸ μὲν γὰρ ἐστι χέρηρον, τὸ δὲ μανίας δύναται παρέχειν. —Οἰκέτας μελόντας μὴ κολάζειν· εἰ δὲ μή, δόξεις καὶ αὐτὸς μελῦειν. —Γαμεῖν ἐκ τῶν ὁμοίων· ἐὰν γὰρ ἐκ τῶν κρειττόνων, δεσπότης, οὐ συγγενὲς κτήση. —Μὴ ἐπιγέλα τῷ σκώπτοντι· ἀπεχθὴς γὰρ ἐσὶ τοῖς σκωπτομένοις. —Εὐποροῦντα μὴ ὑπερήφανον εἶναι, ἀποροῦντα μὴ ταπεινούσθαι.