Ancient Greek
252.5
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 252.5
Unproofread scanNot analysed yet
β'. Σόλων Ἐξικεστίδου Ἀθηναῖος ἔφη· Μηδὲν ἄγαν. —Κριτὴς μὴ καθῆσο· εἰ δὲ μή, τῷ ληφθέντι ἔχθρὸς ἔσῃ. —Ἡδονὴν φεύγε ἥτις λύπην τίκτει. —Φύλαττε τρόπου καλοκαγαθίαν ὕψου πιστοτέραν. —Σφάγιζε τοὺς μὲν λόγους σιγῇ, τὴν δὲ σιγὴν καιρῷ. —Μὴ ψεύδου, ἀλλ’ ἀλήθευε. —Τὰ σπουδὰτα μελέτα. —Τῶν γονέων μὴ λέγε δικαιότερα. —Φίλους μὴ ταχὺ κτῶ, οὐδὲ δ’ ἂν κτήση, μὴ ταχὺ ἀποδοκιμάζες. —Ἄρχεσθαι μαθὼν ἄρχειν ἐπιστήση. —Εὐθύναις ἑτέρους ἀξιῶν διδόναι καὶ αὐτὸς ὑπέχε. —Συμβούλευε μὴ τὰ ἡδίστα, ἀλλὰ τὰ βέλτιστα τοῖς πολίταις. —Μὴ ὀρασύνου. —Μὴ κακοῖς ὁμιλεῖ. —Χρῶ τοῖς θεοῖς. —Φίλους εὐσέδει. —Γονεῖς αἰδοῦ. —Νοῦν ἠγεμόνα ποιοῦ. —Ὁ δ’ ἂν ἴδης μὴ λέγε. —Εἰδὼς σίγα. —Τοῖς σαυτοῦ πρᾶος ἴσθι. —Τὰ ἄφανή τοῖς φανεροῖς τεχμαίρου.