Ancient Greek
303.5 to 304.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 303.5-304.1
Unproofread scanNot analysed yet
§12. Ἄλλ’ οὐδὲ μετακοσμηθήναι ἀνυστόν· ὁ γὰρ κόσμος ὁ πρόσθεν ἐὼν οὐκ ἀπόλλυται, οὔτε ὁ μὴ ἐὼν γίνεται. Ὦτε δὲ μήτε προσγίνεται μηδέν, μήτε ἀπόλλυται, μήτε ἐτεροιοῦται, κῶς ἂν μετακοσμηθὲν τῶν ὄντων τι εἴη; εἰ μὲν γὰρ τι ἐγίνετο ἐτεροῖον, ἤδη ἂν καὶ μετεκοσμήθη. §13. Οὐδὲ ἀλγέει· οὐ γὰρ ἂν πᾶν εἴη ἀλγεινόν· οὐ γὰρ ἂν δύναιτο αἰεὶ εἶναι χρῆμα ἀλγεινόν· οὐδ’ ἂν ἔχοι §11-14 exstant apud Simplicium l. l. fol. 24, qui haec praefatur :ἀλλ’ ἐπειδὴ ἀρχαιοπρεπῶς ἀλλ’ οὐκ ἀπαρῶς ταῦτα καὶ ὁ Μέλισσος ἔγραψε, παρακεῖσθω καὶ αὐτὰ τὰ ἀρχαῖα γράμματα πρὸς τὸ δύνασθαι τοὺς ἐντυχάνοντας ἀκριβειτέρως γίνεσθαι κριτὰς τῶν προσηνεστέρον ἐξηγημένων· λέγει δ’ οὖν ὁ Μέλισσος· οὕτω, τὰ πρόσθεν εἰρημένα συμπερανοῦμενος, καὶ οὕτω τὰ περὶ τῆς κινήσεως ἐπιχώρει· Οὕτως κ. τ. λ. ἴσῃν δύναμιν τῷ ὑγιεῖ· οὐτ' ἂν ὁμοῖον εἴη, εἰ ἀλγέοι· ἀπογινωμένου γὰρ τεῦ ἂν ἀλγέοι, ἢ προσγινομένου, καὶ οὐκ ἂν ἐτι ὁμοῖον εἴη. Οὐδ' ἂν τὸ ὑγιὲς ἀλγήσαι δύναιτο· ἀπὸ γὰρ ἂν ὁλοῖτο τὸ ὑγιὲς καὶ τὸ ὂν, τὸ δὲ οὐκ ὂν γένοιτο. Καὶ περὶ τοῦ ἀνίῃσθαι οὕτως λόγος τῷ ἀλγεῖν.