Ancient Greek
304.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 304.2
Unproofread scanNot analysed yet
§14. Οὐδὲ κενεὸν ἔστι οὐδέν· τὸ γὰρ κενεὸν οὐδὲν ἔστι· οὐκ ἂν ὤν εἴη· τὸ γὰρ μηδὲν. Οὐδὲ κινεῖται· ὑποχωρήσει γὰρ οὐκ ἔχει οὐδαμῇ, ἀλλὰ πλεόν ἐστι· εἰ μὲν γὰρ κενεὸν ἦν, ὑπεχώρει ἂν εἰ· τὸ κενεὸν· κενεῶ δὲ μὴ ὄντος, οὐκ ἔχει ὅχῃ ὑποχωρήσει [πλεῖον ὤν ὂν οὐ κινεῖται]. Πυκνὸν δὲ καὶ ἀραιὸν οὐκ ἂν εἴη· τὸ γὰρ ἀραιὸν οὐκ ἀνυστὸν πλεόν εἴναι ὁμοίως τῷ πυκνῷ, ἀλλ' ἥδη τὸ ἀραιὸν γε κενεώτερον γίνεται τοῦ πυκνοῦ. Κρίσιν δὲ ταύτην χρή ποιεῖσθαι τοῦ πλεῖον καὶ τοῦ μὴ πλεῖον. Εἰ μὲν χωρεῖ τι, ἢ ἐσδέχεται, οὐ πλεόν· εἰ δὲ μήτε χωρεῖ μήτε ἐσδέχεται, πλεόν. Ἀνάγκη τοίνυν πλεόν εἶναι, εἰ κενεὸν μὴ ἔστι· εἰ τοίνυν πλεόν ἐστι, οὐ κινεῖται.