Ancient Greek
309.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 309.1
Unproofread scanNot analysed yet
ΖΗΝΩΝΟΣ ΑΙΘ 1. Διὰ τοῦτο λύει [ὁ Ἀριστοτέλης] καὶ τὸν Ζήνωνα τοῦ Ἐλεάτου λόγον, ὃν ἤρετο Πρωταγόραν τὸν σοφιστήν. Εἶπὶ γὰρ μοι, ἔφη, ὦ Πρωταγόρα, ἆρα ὁ εἰς χέγγρος καταπεσὼν ψόφον ποιεῖ ἢ, τὸ μυριοστόν τοῦ χέγρου; τοῦ δὲ εἰπόντος μὴ ποιεῖν, Ὁ δὲ μέδιμνος, ἔφη, τῶν χέγγρων καταπεσὼν ποιεῖ ψόφον ἢ οὔ; τοῦ δὲ ψοφεῖν εἰπόντος τὸν μέδιμνον, Τί οὖν, ἔφη ὁ Ζήνων, οὐκ ἔστι λόγος τοῦ μεδίμνου τῶν χέγγρων πρὸς τὸν ἕνα καὶ τὸ μυριοστὸν τοῦ ἑνός; τοῦ δὲ οὐχ ἄντος εἶναι, Τί οὖν, ἔφη, ὁ Ζήνων, οὐ καὶ τῶν ψόφων ἐσονται λόγοι πρὸς ἀλλήλους οἱ αὐτοί; ὡς γὰρ τὰ ψοφοῦνται, καὶ οἱ ψόφοι· τούτου δὲ οὕτως ἔχοντος, εἰ ὁ μέδιμνος τοῦ χέγρου ψοφεῖ, ψοφήσει καὶ ὁ εἰς χέγγρος καὶ τὸ μυριοστὸν τοῦ χέγρου.