Ancient Greek
309.3
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 309.3
Unproofread scanNot analysed yet
2. Δεικνὺς γὰρ ὅτι, εἰ πολλὰ ἔστι, τὰ αὐτὰ πεπερασμένα ἔστι καὶ ἄπειρα, γράφει ταῦτα κατὰ λέξιν ὁ Ζήνων· «Εἰ πολλὰ ἔστιν, ἀνάγκη τοσαῦτα εἶναι ὅσα ἔστι, καὶ οὔτε πλείονα αὐτῶν οὔτε ἐλάττονα. Εἰ δὲ τοσαῦτα ἔστιν ὅσα ἔστι, πεπερασμένα ἂν εἴη. »Καὶ πάλιν· «Εἰ πολλὰ ἔστιν, ἄπειρα τὰ ὄντα ἐστίν· ἀεὶ γὰρ ἕτερα μεταξὺ τῶν ὄντων ἔστι καὶ πάλιν ἐκείνων ἕτερα μεταξύ. Καὶ οὕτως ἄπειρα τὰ ὄντα ἐστί. »Καὶ οὕτω μὲν τὸ κατὰ τὸ πλῆθος ἄπειρον ἐκ τῆς διχοτομίας ἔδειξε. Τὸ δὲ κατὰ μέγεθος πρότερον κατὰ τὴν αὐτὴν ἐπιχείρησιν προδείξεις γὰρ ὅτι, εἰ μὴ ἔχοι μέγεθος τὸ ὄν, οὐδ’