Ancient Greek
344.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 344.1
Unproofread scanNot analysed yet
5 καὶ ἔστι τὸ μὴ ὂν μὴ ὂν, οὐχ οὕτως ὁμοιοῶσᾶν εἴη τὸ μὴ ὂν τῷ ὄντι· τὸ μὲν γὰρ ἔστι μὴ ὂν, τὸ δὲ καὶ ἔστιν ἔτι. Εἰ δὲ καὶ, ἀπλῶς εἰπεῖν, ἀληθές, ὡς ὁ θουμάσιόν γ᾽ ἂν εἴη τὸ μὴ ὂν ἔστιν· ἀλλ᾽, εἰ δὴ οὕτω, πότερον μᾶλλον ἑμβαίνει ἅπαντα εἶναι, ἢ μὴ εἶναι; αὐτὸ γὰρ οὕτω γε τούαντιόν ἔοικε γίγνεσθαι. Εἰ γὰρ τὸ τε μὴ 10 ὂν ἔστι καὶ τὸ ὂν ἔστιν, ἅπαντα ἔστι· καὶ γὰρ τὰ ὄντα καὶ τὰ μὴ ὄντα ἔστιν. Οὐκ ἀνάγκη γάρ, εἰ τὸ μὴ ὂν ἔστι, καὶ τὸ ὂν μὴ εἶναι. Εἰ δὲ καὶ τοῦτό τις ξυγγωροῖ καὶ τὸ μὲν μὴ ὂν εἴη, τὸ δὲ ὂν μὴ εἴη, ὅμως οὐδὲν ἦττον εἴη ἂν πάντα· τὰ γὰρ μὴ ὄντα εἴη κατὰ τὸν ἐκεῖνον λόγον. Εἰ δὲ ταύτῳν ἔστι τὸ εἶναι καὶ τὸ 15 μὴ εἶναι, οὐδ᾽ οὕτως μᾶλλον εἴη ἂν τι ἢ οὐκ εἴη. Ὡς γὰρ κάκεινος λέγει, ὅτι εἰ ταῦτὸ τὸ μὴ ὂν καὶ τὸ ὂν, τὸ τε ὂν οὐκ ἔστι καὶ τὸ μὴ ὂν, ὥστε οὐδὲν ἔστιν· ἀντιστρέψαντι ἔστιν ὁμοίως φάναι, ὅτι πάντα ἔστιν· τὸ τε