Ancient Greek
345.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 345.1
Unproofread scanNot analysed yet
ου γὰρ μὴ ὄν ἐστι καὶ τὸ ὄν, ὥστε πάντα ἐστιν. Μετὰ δὲ τοῦτον τὸν λόγον φησίν, εἰ δὲ ἐστιν, ἤτοι ἀγέννητον ἢ γεγὼμενον εἶναι. Καὶ εἰ μὲν ἀγέννητον, ἀπείρον αὐτὸ τοῖς τοῦ Μελίσσου ἀξιώμασι λαμβάνει· τὸ δὲ ἀπείρον οὐκ ἂν εἴη ποῦ. Οὔτε γὰρ ἐν αὐτῇ, οὔτ’ ἂν ἐν ἄλλῳ εἴη. Δῦο γὰρ ἂν οὕτως ἢ πλεῖον εἶναι, τὸ τε ἕνὸν καὶ τὸ ἐν ᾧ. Μηδαμοῦ δὲ ὄν, οὐδὲν εἶναι κατὰ τὸν τοῦ Ζήνωνος λόγον περὶ τῆς χώρας· ἀγέννητον μὲν οὖν διὰ ταῦτ’ οὐκ εἶναι· οὐ μὴν οὐδὲ γεγὼμενον. Γενεσθαι γοῦν οὐδὲν ἂν οὔτ’ ἐξ ὄντος, οὔτ’ ἐκ μὴ ὄντος· εἰ γὰρ τὸ ὄν γεγὼμενον μεταπέσοι, οὐκ ἂν ἐτ’ εἴη τὸ ὄν, ὥσπερ γ’ εἰ καὶ τὸ μὴ ὄν γένοιτο, οὐκ ἂν ἐτι εἴη μὴ ὄν. Οὐδὲ μὴν οὐδ’ ἐκ μὴ ὄντος ἂν γενέσθαι· εἰ μὲν γὰρ μὴ ἐστι τὸ μὴ ὄν, οὐδὲν ἂν ἐκ μηδενὸς γενέσθαι. Εἰ δ’ ἐστι τὸ μὴ ὄν, δι’ ἀπερ οὐδ’ ἐκ τοῦ ὄντος, διὰ ταῦτα οὐδ’ ἐκ τοῦ μὴ ὄντος γενέσθαι. Εἰ οὖν ἀνάγκη μέν, εἴπερ ἐστι τι, ἤτοι ἀγέννητον εἶναι ἢ γεγὼμενον, ταῦτα δὲ ἀδύνατον, ἀδύνατόν τε καὶ εἶναι. Ἔστι, εἴπερ