Ancient Greek
380.4 to 381.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 380.4-381.1
Unproofread scanNot analysed yet
2 Ἄριστον ἀνθρώπω τὸν βίον διάγειν, ὡς πλεῖστα εὐθυμηθέντι καὶ ἐλάχιστα ἀνιηθέντι· τοῦτο δ' ἂν εἴη, εἰ τις μὴ ἐπὶ τοῖσι θνητοῖσι τὰς ἡδονὰς ποιεῖτο. 3 Ἥδονὴν οὐ πᾶσαν, ἀλλὰ τὴν ἐπὶ τῷ καλῷ αἱρέεσθαι χρεών. 4 Δίκαιος ἔρως ἀνδριστῶς ἐφέσθαι τῶν καλῶν. 5 Οὔτε σώμασι οὔτε χρήμασι εὐδαιμονέουσι ἀνθρωποι, ἀλλ' ὁρθοσύνη καὶ πολυφροσύνη. 6 Ὅ τὰ ψυχῆς ἀγαθὰ ἐρεόμενος τὰ θεϊότερα ἐρέεται, δ δὲ τὰ σκήνεος, τῶνθρωπήιξ. 7 Οὕτος γὰρ αὐτὸς εὐδοκιμῶν παρ' ἑαυτῷ, μὴ καταφρονῶν, ἀλλὰ γαίρων καὶ ἀγαπῶν, ὡς ἰκανὸς ὢν μάρτυς ἄμα τῶν καλῶν καὶ θεατής, δείκνυσι τὸν λόγον ἐντὸς ἤδη στρεφόμενον καὶ βιζούμενον ἐν ἑαυτῷ, καὶ ,κατὰ Δημόκριτον, αὐτὸν ἐξ ἑαυτοῦ τὰς τέφμιας ἐθιζόμενον λαμβάνειν. 12. Ἀπ’ ὧν ἡμῖν τἀγαθὰ γίνεται, ἀπὸ τῶν αὐτῶν καὶ τὰ κακὰ ἐπαυρισκοίμεθα· τῶν δὲ κακῶν ἔκτὸς εἶμεν. Αὐτίκα ὕδωρ βαθὺ εἰς πολλὰ χρήζομεν καὶ δ’ αὐτὰ κακῶν· κίνδυνος γὰρ ἀποπνιγῆναι. Μηχανὴ δὲ εὕρεθη νῆχεσθαι διδάσκειν.