Ancient Greek
381.10
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 381.10
Unproofread scanNot analysed yet
19. Ἥδοναὶ ἄκαιροι τίκτουσι ἀηδίας. 20. Ἄνθρώποισι γὰρ εὐθυμίη γίνεται μετριότητι τέρψιος καὶ βίου ζυμμετρίη, τὰ δὲ λείποντα καὶ ὑπερβάλλοντα μεταπίπτειν τε φιλεῖ καὶ μεγάλης κινήσεως ἐμποιεῖν τῇ ψυχῇ. Αἱ δ’ ἐκ μεγάλων διαστημάτων κινεόμεναι τῶν ψυχέων οὔτε εὐσίαθές εἰσι, οὔτε εὐθυμοι. Ἐπὶ τοῖσι δυνατοῖσι δὲ δεῖ εἶναι τὴν γνώμην, καὶ τοῖσι παρεούσι ἀρκεῖσθαι, τῶν μὲν ζηλουμένων καὶ ὀψυμαζομένων ὀλίγην μνήμην ἔχοντα, καὶ τῇ διανοίῃ μὴ προσεδρεύοντα, τῶν δὲ ταλαιπωρεόντων τοῦ βίου ὀσωρέειν, ἐννοοῦμενον τὰ πάσχουσι κάρτα, ὡς ἂν τὰ παρόντα σοι καὶ ὑπάρχοντα μεγάλα καὶ ζηλωτὰ φαίνηται καὶ μηκέτι πλεόνων ἐπιθυμεόντι ζυμβαίνῃ κακοπαθεῖν τῇ ψυχῇ. Ὁ γὰρ ὀαυμαζῶν τοὺς ἔχοντας καὶ μαχαριζόμενος ὑπὸ τῶν ἄλλων ἀνθρώπων, καὶ τῇ μνήμῃ πᾶσαν ὥρην προσεδρεύων, αἰεὶ ἐπικαινοργεῖν ἀναγκάζεται καὶ ἐπιβάλλεσθαι, δι’ ἐπιθυμίην τοῦ τι πρῆσσειν ἀνῆκεστον ὁ νόμοι κωλύουσι. Διόπερ τὰ μὲν μὴ διζησθαι χρεῖῶν, ἐπὶ