Ancient Greek
404.4
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 404.4
Unproofread scanNot analysed yet
Σημεῖον δ’, ὅτι ἐκ τοιούτων τὸ ἐρυθρόν· ἡμῖς τε γὰρ θερμαινομένοις ἐρυθραίνεσθαι, καὶ τὰ ἄλλα τὰ πυρούμενα, μέχρις ἂν οὐ ζῇ τὸ τοῦ πυροειδοῦς. Ἐρυθρότερα δὲ τὰ ἐκ μεγάλων ὄντα σχημάτων, οἷον τὴν φλόγα καὶ τὸν ἄνθρακα τῶν χλωρῶν ξύλων ἢ τῶν αὐτῶν, καὶ τὸν σίδηρον δὲ καὶ τὰ ἄλλα τὰ πυρούμενα· λαμπρότατα μὲν γὰρ εἶναι τὰ πλεῖστον ἔχοντα καὶ λεπτότατον πῦρ, ἐρυθρότερα δὲ τὰ παχύτερον καὶ ἐλαττον. Διὸ καὶ ἥττον εἶναι θερμὰ τὰ ἐρυθρότερα· θερμὸν γὰρ τὸ λεπτόν. Τὸ δὲ χλωρὸν ἐκ μὲν τοῦ στερεοῦ καὶ τοῦ κενοῦ συνεστάναι, ἐκ μεγάλων δ’ ἀμφοῖν. Τῇ δὲ ὕσει καὶ τῇ τάξει αὐτῶν τὴν χροᾶν γίγνεσθαι.