Ancient Greek
404.5
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 404.5
Unproofread scanNot analysed yet
36. Ἀποτον δὲ καὶ τὸ τῶν χλωρῶν μὴ ἀποδύναι μορφήν, ἀλλὰ μόνον ἐκ τοῦ στερεοῦ καὶ τοῦ κενοῦ ποιεῖν. 37. Τὰ μὲν οὖν ἀπλὰ χρώματα τούτοις κεχρῆσθαι τοῖς σχήμασιν· ἕκαστον δὲ καθαρώτερον, ὅσῳ ἂν ἐξ ἀμιγεστέρων ἢ. Τὰ δὲ ἄλλα κατὰ τὴν τούτων μίξιν· οἷον τὸ μὲν χρυσοειδὲς καὶ τὸ τοῦ χαλκοῦ καὶ πᾶν τὸ τοιούτων ἐκ τοῦ λευκοῦ καὶ τοῦ ἐρυθροῦ· τὸ μὲν γὰρ λαμπρὸν ἔχειν ἐκ τοῦ λευκοῦ, τὸ δὲ ὑπέρυθρον ἀπὸ τοῦ ἐρυθροῦ· πίπτειν γὰρ εἰς τὰ κενὰ τοῦ λευκοῦ τῇ μίξει τὸ ἐρυθρόν. Ἐὰν δὲ προστεθῇ τούτοις τὸ χλωρόν, γίγνεσθαι τὸ κάλλιστον χρώμα· δεῖν δὲ μικρὰς τοῦ χλωροῦ τὰς συγκρίσεις