Ancient Greek
405.3
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 405.3
Unproofread scanNot analysed yet
38 Τὸ δὲ πορφυροὺν ἐκ λευκοῦ καὶ μέλανος καὶ ἐρυθροῦ· πλείστην μὲν μοῖραν ἔχοντος τοῦ ἐρυθροῦ, μικρὰν δὲ τοῦ μέλανος, μέσην δὲ τοῦ λευκοῦ. Διὸ καὶ ἡδὺ φαίνεσθαι πρὸς τὴν αἴσθησιν. Ὅτι μὲν οὖν τὸ μέλαν καὶ τὸ ἐρυθρὸν αὐτῷ ἐνυπάρχει, φανερὸν εἶναι τῇ ὄψει· διότι δὲ τὸ λευκόν, τὸ λαμπρὸν καὶ διαυγὲς σημαίνειν· ταῦτα γὰρ ποιεῖν τὸ λευκόν. Τὴν δ’ ἰσάτιν ἐκ μέλανος σφόδρα καὶ χλωροῦ· πλείω δὲ μοῖραν ἔχειν τοῦ μέλανος. Τὸ δὲ πράσινον ἐκ πορφυροῦ καὶ τῆς ἰσάτιδος, ἢ ἐκ χλωροῦ καὶ πορφυροειδοῦς:**** τὸ γὰρ θείον εἶναι τοιούτων καὶ μετέχειν τοῦ λαμπροῦ. Τὸ δὲ κυανοῦν ἐξ ἰσάτιδος καὶ πυρώδους, σχημάτων δὲ περιφερῶν καὶ βελονοειδῶν, ὅπως τὸ στιλδὸν τῷ μέλανι ἐνῇ.