Ancient Greek
405.4 to 406.3
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 405.4-406.3
Unproofread scanNot analysed yet
39 Τὸ δὲ καρύινον ἐκ χλωροῦ καὶ κυανοειδοῦς· ἐὰν δὲ χλωρὸν πλεόν μιχθῇ, φλογοειδὲς γίγνεσθαι· τὸ γὰρ κατάσχιον καὶ μελανόχρων ἐξείργεσθαι. Σχεδὸν Περὶ ὀσμῆς. 40 Περὶ δὲ ὀσμῆς προσσαφορίζει [σχεδὸν ὁμοίως τοῖς πλείστοις· οὐδὲν γὰρ ἴδιον] εἴρηκέ γε, πλὴν τοσούτον, ὅτι τὸ λεπτὸν ἀπορρέον ἀπὸ τῶν παχέων ποιεῖ τὴν ὀσμὴν· ποίον δὲ τι τὴν φύσιν ὂν ὑπὸ τινος πάσχει, οὐκέτι προσέθηκεν· ὅπερ ἴσως ἤν κυριώτατον. 41 Οὐδὲν χρήμα μάτην γίνεται, ἀλλὰ πάντα ἐκ λόγου τε καὶ ὑπ’ ἀνάγκης. Γ. ΕΚ ΤΟΥ ΠΕΡΙ ΖΩΩΝ ΣΥΓΓΡΑΜΜΑΤΟΣ. 1. Λέγει Δημόκριτος τῶν ζῴων μόνον τὸν λέοντα ἐκπεπταμένους τίκτεσθαι τοὺς ὀφθαλμούς, ἤδη τρόπον τινὰ τεθυμωμένον, καὶ ἐξ ὠδίνων δρασεῖοντά τι μανικόν. 2. Λέγει δ᾽ Ἀριστοτέλης, καὶ Δημόκριτος πρὸ ἐκείνου, Θεόφραστός τε ἐκ τρίτων καὶ αὐτὸς φησι, μὴ τῷ ἁλμυρῷ ὕδατι τρέφεσθαι τοὺς ἰχθύς, ἀλλὰ τῷ παρακειμένῳ τῇ θαλάττῃ γλυκεῖ ὕδατι.