Ancient Greek
406.4
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 406.4
Unproofread scanNot analysed yet
3. Λέγει Δημόκριτος πολύγονον εἶναι ὕν καὶ κύνα, καὶ τὴν αἰτίαν προστίθησι λέγων, ὅτι πολλάκις ἔχει τὰς μητέρας καὶ τοὺς τόπους τοὺς δεκτικούς τοῦ σπέρματος. Ὁ τοίνυν θορὸς οὐκ ἐκ μιᾶς δριμῆς ἀπάσης αὐτὰς ἐκπληροῖ, ἀλλὰ δις τε καὶ τρίς ταῦτα τὰ ζῷα ἐπιθόρνυται, ἵνα ἡ συνέγεια πληρώσῃ τὰ τοῦ γόνου δεκτικά. Ἡμιόνους δὲ λέγει μὴ τίκτειν, μὴ γὰρ ἔχειν ὁμοίας μητέρας τοῖς ἄλλοις ζῴοις, ἑτερομόρφους δὲ ἠκιστα δυναμένας γονὴν δέξασθαι· μὴ γὰρ εἶναι φύσεως ποίημα τὴν ἡμιόνον, ἀλλὰ ἐπινοίας ἀνθρωπίνης καὶ τόλμης, ὡς ἂν εἴποις, μογγίδιον ἐπιτέγνημα τοῦτο καὶ κλέμμα. Δοκεῖ δέ μοι τοῦτο, ἢ δ᾽ ὅς, τοῦ ὄνου ἵππον βιασαμένου κατὰ τύχην κυῆσαι, μαθητὰς δὲ ἀνθρώπους τῆς βίας ταύτης γεγεννημένους εἶτα μέντοι προτελθεῖν ἐπὶ τὴν τῆς γονῆς αὐτῶν συνήθειαν. Καὶ μάλιστα γε τοὺς τῶν Λιβύων ὄνους μεγίστους ὄντας ἐπιβαίνειν ταῖς ἵπποις, οὐ κομιώσαις, ἀλλὰ κεκαρμέναις. Ἔγουνται γὰρ τὴν ἑαυτῆς ἀγλαΐαν τὴν διὰ τῆς κόμης οὐκ ἂν ὑπομεῖναι τὸν τοιόνδε γαμετὸν οἱ σοφοὶ τοὺς τούτων γάμους φασίν.