Ancient Greek
449.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 449.1
Unproofread scanNot analysed yet
τοιοῦτον, οὐν οἱ πολλοὶ ἀκούουσι τῶν Ἰταλικῶν ἢ Ἀττικῶν, ἀλλ’ ὡςπερ εἰώθασι λέγεσθαι παρὰ τοῖς Πυθαγορείοις τὸ Ἀθανάτους μὲν πρῶτα θεοὺς νόμῳ ὡς διαχεῖνται, Τίμα. Δηλοὶ γὰρ ὁ νόμος τὴν τάξιν τὴν θείαν, καθ’ ἣν ἐξήρτηται ἀεὶ τὰ δεύτερα τῶν προτέρων καὶ πληροῦται ἀπ’ αὐτῶν. Οὕτω δὲ ὁ νόμος ἀπὸ τῶν νοητῶν ἀρξάμενος καθίζει καὶ εἰς τὴν δημιουργικὴν αἰτίαν καὶ ἀπὸ ταύτης πρόεισι καὶ μερίζεται περὶ τὸ πᾶν. ’Επειδὴ πασῶν τῶν ἀρετῶν ἡγεμὼν ἐστιν ἡ εὐσέβεια, πρὸς τὴν θείαν αἰτίαν τὴν ἀναφορὰν ἔχουσα, εἰκότως καὶ τῶν ἐν τοῖς ἔπεσι νόμων τὸ περὶ ταύτης ἡγεῖται παράγγελμα, ὡς δεοὶ τοὺς ἐγκοσμίους θεοὺς κατὰ τὴν ἐνυπάρχουσαν αὐτοῖς τάξιν τιμᾶν, ἣν ὁ δημιουργικὸς νόμος ἅμα τῇ οὐσίᾳ αὐτῶν συμπροήγαγε, τάξας αὐτῶν τοὺς μὲν ἐπὶ τῆς πρώτης σφαίρας, τοὺς δὲ ἐπὶ τῆς δευτέρας, καὶ ἐπὶ τῆς τρίτης ἄλλους καὶ οὕτως ἐφεξῆς, μέχρι τῆς πάσης τῶν οὐρανίων κύκλων συμπληρώσεως. Τὸ γὰρ ἤ ἐτάχθησαν ὑπὸ τοῦ ποιητοῦ αὐτῶν καὶ πατρός, ταύτῃ αὐτοὺς ἐγνωκέναι τε καὶ τιμᾶν τῷ θείῳ νόμῳ καταχολουθούντων ἐστὶ καὶ τὴν ὀντως τιμὴν αὐτοῖς ἀποδιδόντων κ. τ. λ. τῶν κρατούντων