Ancient Greek
449.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 449.2
Unproofread scanNot analysed yet
Κύκλωψ, τῇ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα. Φυγὴν δὲ κατακριθεὶς καὶ ἐπανελθὼν χρόνῳ ὕστερον εἰς Ἀλεξανδρείαν συνεφιλοσόφει τὰ εἰωθότα τοῖς πλησιάζουσιν. Ἔξεστι δὲ μαθεῖν τὴν ’Ιεροχλέους μεγαλογνώμονα φρόνησιν ἀπὸ τῶν συγγραμμάτων, ὧν γέγραφε εἰς τὰ Χρυσᾶ ἔπη τῶν Πυθαγορείων, καὶ ἑτέρων βιβλίων περὶ Προνοίας συχνῶν· ἐν οἷς φαίνεται ὁ ἀνὴρ τὴν μὲν ζωὴν ὑψηλότροπον, τὴν δὲ γνώσιν οὐχ ἀκριβῆ.