Ancient Greek
461.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 461.1
Unproofread scanNot analysed yet
καὶ ἄγαλμα θεῖον τεκταίνων τὴν ἑαυτοῦ ψυχὴν, καὶ ναὸν εἰς ὑποδοχὴν τοῦ θεοῦ φωτὸς τὸν ἑαυτοῦ κατασκευάζων νοῦν. Τί γὰρ τοιούτων προστάξεις ἀπὸ τῶν ἐν μέσῳ κειμένων ὑλῶν, ὁ τῷ θεῷ προσφυὲς ἄγαλμα ἐργάσῃ, ἢ διόρον ἐνοῦσθαι αὐτῷ δυνάμενον; ἡ δὲ ἐπὶ τῆς λογικῆς οὐσίας καθαρείσης συμβαίνειν ἀνάγκη. Ἴμε γὰρ οἱ αὐτοὶ ἄνδρες φασί, ψυχῆς καθαρὰς τόπον οἰκειότερον ἐπὶ γῆς θεὸς οὐκ ἔχει· οἷς καὶ ὁ Πύθιος συμφέρεται, λέγων·