Ancient Greek
461.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 461.2
Unproofread scanNot analysed yet
εὐσεβείαν δὲ βροτοῖς γάναμι τόσον, ὅσον ὀλίμπω. Εὐσεβὴς δὲ τὴν θεῖαν ἐπιστήμην ἔχων καὶ τὴν ἑαυτοῦ τελείωσιν ὡς τιμὴν ἀρίστην προσάγων τοῖς τῶν ἀγαθῶν αἰτίοις, τῇ σπουδῇ τῆς κτήσεως πρὸς τοὺς χορῆγειν περιχοτάς ἐπιστρεφόμενος, καὶ τῷ λαμβάνειν τὰ ἀγαθὰ δύνασθαι τιμῶν τοὺς ἀεὶ διδόντας αὐτά. Ὁ δὲ ἄλλως τιμῶν τὸ θεῖον προαιρούμενος, καὶ μὴ δι’ ἑαυτοῦ, παρανόμημα τῆς ἐξωθεν εὐπορίας ποιεῖται τὴν τιμὴν, οὐχ οἰκεῖαν ἀρετὴν προσφέρων, ἀλλὰ ἀπὸ τῶν ἐκτὸς αὐτῷ ἀποσιούμενος. Ταῦτα δὲ οὐδὲ σπουδαίῳ ἀνδρὶ λαμβάνειν ἥδύ μὴ μετὰ τῆς ἀρίστης διαθέσεως διδόμενα. Τοιούτων δὲ καὶ τὸ τοῦ Πυθίου πάλιν ἀπόφθεγμα. Πρὸς γὰρ τὸν ἐκατόμβας θύσαντα μὴ μετ’ εὐσεβοῦς γνώμης, καὶ πυθανόμενον πῶς εἴη προσδεδεγμένος τὰ παρ’ αὐτοῦ δῶρα ἀπεκρίνατο·