Ancient Greek
461.6
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 461.6
Unproofread scanNot analysed yet
———καὶ σέβου ὄρκον——— Νόμον ἐν τοῖς προτέροις ἀπεργνάμεθα τὴν ἀεὶ ὡσαύτως ἔχουσαν ἐνέργειαν τοῦ θεοῦ, τὴν ἀείδιως καὶ ἀτρέπτως τὰ πάντα πρὸς τὸ εἶναι παράγουσαν. Ὄρκον δὲ νῦν ἐπομένως ἀν τῷ νόμῳ λέγομεν τὴν ἐν ταύτῃ τῇ πάντα διητρουσᾶν αἰτίαν καὶ οὕτως αὐτὰ βεβιωμένην, ὡς ἐν ὄρκῳ πίπτει κρατούμενα καὶ διασώζοντα τοῦ νόμου τὴν τάξιν, ὥστε ἀποτέλεσμα τοῦ δημιουργικοῦ νόμου εἶναι τὸ ἀπαράβατον τῆς ἐν τοῖς δημιουργηθείσιν εὐταξίας. Τὸ γὰρ διαμένειν τὰ πάντα, νόμῳ ὡς διακείται, προηγούμενον ἔργον ἂν εἴη τοῦ ὄρκου τοῦ θεοῦ, ὃς ἐν μὲν τοῖς ἀεὶ νοοῦσι τὸν θεὸν μάλιστα τε καὶ ἀεὶ διασώζεται· ἐν δὲ τοῖς ποτὲ μὲν