Ancient Greek
462.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 462.1
Unproofread scanNot analysed yet
νοῦσσι ποτὲ δὲ ἀρισταμένοις τῆς θείας γνώσεως καὶ ὁ ὅρκος ὁμοίως παραβαίνεται μὲν ὑπὸ τῶν ἀρισταμένων, αὐδὸς δὲ τηρεῖται ὑπὸ τῶν πρὸς τὴν θεϊὰν ἐπιστροφὴν ἀναγομένων. Ἡ γὰρ τήρησις τῶν θείων νόμων ὅρκος νῦν λέγεται, ὡς δίδεται καὶ ἀνήρτηται πάντα πρὸς τὸν δημιουργὸν θεὸν τὰ γιγνώσκειν αὐτὸν πεφυκότα· τῶν τὰ μὲν ἀεὶ ἐχόμενα αὐτοῦ ἀεὶ σέβει τὸν ὅρκον, τὰ δὲ ἀρισταμένα ποτε, τότε καὶ περὶ τὸν ὅρκον ἀσεβεῖ, οὐ μόνον τοῦ θείου νόμου τὴν τάξιν, ἀλλὰ καὶ τοῦ θείου ὅρκου τὴν πίστιν παραβαίνοντα. Τοιούτος μὲν οὖν ὁ τοῖς λογικοῖς γένεσιν ἐνουσιαμένος ὅρκος, ἐγερθὼ τοῦ πατρὸς αὐτῶν καὶ ποιητοῦ, καὶ μὴ παραβαίνειν μηδαμῇ τοὺς ὑπ’ ἐκείνου διορισθέντας νόμους ἀναγκάζων. Ὁ δὲ ἐν ταῖς κατὰ τὸν βίον ἀναστροφαῖς ὅρκος ἴγνως ἐστὶν ἐκείνου, πρὸς ἀλήθειαν ἀπευθύνων τοὺς δεόντως αὐτῷ χρωμένους. Τὸ γὰρ ἀμφίβολον τῆς ἀνθρωπίνης προαιρέσεως εἰς βεβαιότητα μεταρρύθμίζει, καὶ μένειν ἐπὶ τῆς ταύτητος ἀναγκάζει ἐν τε λόγοις καὶ ἔργοις, τοῦτο μὲν τῶν γεγεννημένων τὸ σαφὲς ἐκφαίνει, τοῦτο δὲ τῶν μελλόντων γενήσεσθαι τὸ βέβαιον ἀπαιτῶν. Διὰ ταῦτα δὴ καὶ μάλιστα σέβεσθαι προσήκει τὸν ὅρκον, τὸν μὲν κατ’ οὐσίαν προϋπάρχοντα, διὰ τὴν τῆς αἰδιότητος φρουράν, τὸν δὲ ἀνθρώπινον καὶ τοῖς ἐν βίῳ πράγμασιν ἐπίκουρον ὡς εἰκόνα ἐκείνου, καὶ μετ’ ἐκείνον βεβαιότητος καὶ ἀληθείας γενομένου ἡμῖν πρύτανιν, καὶ τῶν καλλίστων ἡθῶν πληροῦντα τοὺς σέβειν αὐτὸν