Ancient Greek
468.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 468.2
Unproofread scanNot analysed yet
τὴν τιμήν, ἐπὶ δὲ τῶν ἄλλων ἡ ἀρετὴ ποιεῖ τὸ τίμιον, ὥσπερ καὶ ἐπὶ τῶν ἐκ τοῦ βίου ἀπελθόντων. Τὰ δὲ πρὸ τούτων κατ’ αὐτὴν τὴν φύσιν ἐστὶ τίμια, ἐκεῖ μέν θεοὶ καὶ ἥρωες, ἐνταῦθα δὲ πατέρες καὶ συγγενεῖς, ἐν ὀνητῇ φύσει τῆς ἀθανάτου συγγενείας ἡμῖν εἰκόνας προτείνοντες. Τοιαύτη μὲν ἡ πρώτη θύρα καὶ ἡ κτῆσις τοῦ φίλου. Τίς δὲ ἡ τήρησις αὐτοῦ ἢ πρὸς κοινωνίαν τῶν ἀγαθῶν ἡμῖν συντελοῦσα, καὶ τίς ἡ ἀπόθεσις, ἐὰν πρὸς τὸ χειρὸν μεταβαλλόμενος φαίνηται καὶ μὴ πειθόμενος ταῖς πρὸς τὸ βέλτιον ἀγούσαις συμβουλίαις, ἐξῆς λέγει. -