Ancient Greek
468.3
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 468.3
Unproofread scanNot analysed yet
Τῶν δ’ ἄλλων ἀρετὴ ποιεῖ φίλον, ὅστις ἄριστος. Μετὰ τὴν πρώτην τιμὴν τῆς ἄνω συγγενείας καὶ ἐπομένην ἐκείνη τὴν περὶ γονέας καὶ συγγενεῖς ἀκολούθως ὁ φιλοποιὸς παρατίθεται νόμος, τῶν ἐξω τοῦ γένους τῶν ἀρίστων εἰς φίλας ἐκλέγεσθαι καὶ πρὸς τὴν τῶν ἀρετῶν κοινωνίαν αὐτῷ συνάπτεσθαι κελεύων, ἵνα τὸν ἀγαθὸν ἄνδρα δι’ ἀγαθὴν αἰτίαν ἔχωμεν φίλον, καὶ μὴ κατ’ ἄλλας χρείας αὐτὸν οἰκειώμεθα, ὡστ’ ἐοικέναι τῷ παράγγελμα τούτῳ τῇ περὶ τῶν μεταλλαγόντων τὸν βίον σπουδαίων ἀνδρῶν ὑποθήκη. Ὡς γὰρ ἐκεῖ τοὺς ἐπιστήμονας μόνους τῶν ἀνθρώπων ἔλεγε δεῖν τιμᾶν· οὕτως ἐνταῦθα τοὺς ἀγαθοὺς φιλοποιεῖσθαι παραίνει μόνους, διδὼς ἐπὶ μὲν τῶν ἄλλων ἐχολογῆν, ἐπὶ δὲ γονέων καὶ συγγενῶν ἀρχομένων τῇ φύσει. Ἀπλῶς γὰρ τὸ πρόσωπον τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ συνεισάγει