Ancient Greek
473.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 473.1
Unproofread scanNot analysed yet
ἀναπόδραστον. Ἐπεὶ πολλοὶ μονωθῆντες φίλων, ἢ οἰκείων, ἔδρασαν ταῦτα, ἂ πρότερον οὐκ ἐκεῖνους ποιή-σαι ἠσχύνοντο. Ἄρ’ οὖν οὐδεὶς εἶχον συνόντα; ἐγὼ (Θεόν·) πορρωτέρω γὰρ οὗτος τῶν κακῶν συνειδό-σεως·) ἀλλὰ ἑαυτοῦ οὐκ εἶχον καὶ τὸ τοῦ συνειδότος κριτήριον; Εἶχον μὲν οὖν· ἀλλ’ ἠγνόουν ὅτι εἶχον, τοῖς πάθεσι κατακτεινόμενοι. Οἱ δὲ τοιοῦτοι τὸ ἐν αὐ-τοῖς λογικὸν ἀτίμιον καὶ ἀνδραπόδου φαυλότερον ἔθεντο. Οἰκειότατον οὖν ἐπίτροπον ἔχε σαυτὸν· καὶ πρὸς τοῦ-τον ἐπιστρέφων κατάργου τῆς ἀποτροπῆς τῶν κακῶν. Ἡ γὰρ ἑαυτοῦ αἰδὼς ἑκάστῳ ψυχή τῶν αἰσχρῶν καὶ ἀναξίων τῆς λογικῆς οὐσίας ἐξ ἀνάγκης γίνεται. Ὁ δὲ οὕτως ἀπαξίων τὰ κακὰ πῶς πρὸς ἀρετὴν οἰκειού-ται, ἐπάγει.