Ancient Greek
473.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 473.2
Unproofread scanNot analysed yet
τῶν κακῶν ἀποτροπὴν· φρονήσεως μὲν, περὶ τὸ λογι-ζόμενον· ἀνδρείας δέ, περὶ τὸ θυμοῦμενον· σωφροσύ-νης δέ, περὶ τὸ ἐπιθυμητικόν· δικαιοσύνης δέ, περὶ πάσας ὁμοῦ τὰς δυνάμεις, τελειοτάτης οὖσης πασῶν ἀρετῶν καὶ περιεκτικῆς τῶν ἄλλων, ὡς οἰκείου μερῶν. Διὸ καὶ ταύτης πρώτης ἐμνημόνευσεν ὁ λόγος· τὰ φρονήσεως, καὶ ἐφεξῆς τῶν ἀπὸ τῆς φρονήσεως ἀπο-νωμένων ἀρίστων ἐπιττηδευμάτων, καὶ εἰς τὴν τῆς δι-καιοσύνης ὁλότητα συντελοῦντων. Ὁ γὰρ ὁλόθ λογισμῷ χρώμενος, ἐν μὲν τοῖς ζῴοις τὴν ἀνδρείαν σύμμαχον κτᾶται· ἐν δὲ τοῖς ἡδείσι τὴν σωφροσύνην, ἐν πᾶσι δὲ ὁμοῦ τὴν δικαιοσύνην. Καὶ οὕτως ἀρχὴ μὲν τῶν ἀρετῶν ἡ φρόνησις εὑρίσκεται· πέρας δέ, ἡ δικαιοσύνη· διὰ μέσου δέ, ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη. Ἡ γὰρ πάντα ἐκλογιζομένη δύναμις, καὶ τὸ ἑκάστου πρόσφορον ταῖς πράξεσιν ἀεὶ ζητοῦσα, ἵν’ ὁνὸς ἑκάστα διατεθῇ, ἡ τῆς φρονήσεως ἐστιν ἐξίς· ἀρίστη διάθεσις οὖσα τῆς λογικῆς ἡμῶν οὐσίας, ἀφ’ ἧς καὶ ταῖς ἄλλαις δυνάμεσιν ἡ εὐκοσμία παραγίνεται, ὡς ἀνδρίζεσθαι μὲν τὸν θυμόν, σωφρονεῖν δὲ τὴν ἐπιθυ-μίαν, καὶ τὴν δικαιοσύνην τῆς ἀναλογίας ἐγχεσθαι, καὶ ταύτη κοσμεῖσθαι τὸν ὕπὸ τῶν ἡμῶν ἀνθρώπων ἐκ πε-ριουσίας τῆς ἐνούσης ἀρετῆς τῷ ἀθανάτῳ ἀνθρώπῳ. Προηγουμενὸς γὰρ αἱ ἀρεταὶ ἀπὸ νοῦ εἰς ψυχὴν λογικὴν ἐλλάμπονται, καὶ ταύτης εἰσὶν οἰκείου εἴδους, καὶ τε-λειότης, καὶ εὐζωία. Εἰς δὲ τὴν ἀλογίαν καὶ τὸ