Ancient Greek
478.4
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 478.4
Unproofread scanNot analysed yet
Πρὸ τῆς ἄλλης ἐξηγήσεως ἐκεῖνο προειπεῖν δεῖ, ὅτι ἀλγεα νῦν λέγει τὰ ἐπίπονα, καὶ τραγύτεραν ἡμῖν τὴν ὁδὸν τοῦ βίου παρασκευάζοντα· οἷον νόσον, πενίαν, φιλοτάτων ἀποβολήν, ἀδοξίαν ἐν πόλει. Ταῦτα γὰρ χαλεπὰ μὲν ἐστι, καὶ δυσδιάθετα κατὰ τὸν βίον· οὐ μὴν ὧτως κακὰ, οὐδὲ αὐτὴ τῇ ψυχῇ βλαβερά τυγχάνει, ἐὰν μὴ αὐτὴ ἐθελή διὰ τι τούτων εἰς κακιῶν ἀποκλίναι· ὁ καὶ ἐπὶ τῶν ἀγαθῶν δοκοῦντων· πᾶθοι ἂν, μὴ βουληθεῖσα καλῶς αὐτὰ μεταχειρίζεσθαι· οἷον ὑγίειαν καὶ πλοῦτον καὶ δυναστείαν. "Ἔστι γὰρ καὶ ἐν τούτοις κακυνθῆναι, καὶ ἐν τοῖς ἐναντίοις ἀρετὴν κτῆσθαι. Τὰ δὲ ὧτως κακὰ, τὰ ἐκ προαιρέσεώς ἐστιν ἁμαρτανό-