Ancient Greek
479.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 479.1
Unproofread scanNot analysed yet
μόνης, καὶ τῆς μὲν κεχωρισμένης τῶν λογικῶν οὐσιῶν, οὐκ ἔστιν ὁ Θεός· τῆς δὲ ὑποπαρχούσης, αὐτός, καὶ τῇ κατ’ οὐσίαν ἐπαρχῇ κυβερνῶν τις, οὗς ἔστιν ὁ ὀρθὸς λόγος. Τοιαύτη μὲν ἡ τῶν κακῶν δεικταίς· ὧν οὐ τὰ προαιρετικά φησιν ἐκ τῆς δαιμονίας τύχης τοῖς ἀνθρώποις ἀπονέμεσθαι, ἀλλὰ τὰ περιστατικά, ἃ νῦν μὲν ἐν τοῖς οὐκ ἐφ’ ἡμῖν κεῖται, πάλαι δὲ προαιρετικά· ἀμαρτίαις ἐπηκολουθήσεν, ἀλγεινὰ μὲν ὄντα, ὅς ἐφραμεν, τὸν δὲ παρὰ τῆς ἀρετῆς κόσμον ἐπιδεγόμενα. Καὶ γὰρ πενίαν ἐκόσμησεν σώφρονα δίαιτα καὶ ταπεινότητα γένους ἐπηνωθώσατο φρόνησις· καὶ παίδων ἀποβολὴν πρᾶσις ἤνεγκεν ὁ δίκαιος βίος, ὁ δυνάμενος εἰπεῖν, Τέθνηκε τὸ παῖδιον· οὐκοῦν ἀπεθάνη· καὶ Ἰδεῖν ὀνητὸν γεγεννηκώς. Ὁμοίως δὲ καὶ τὰ ἄλλα πάντα, τῷ τῆς ἀρετῆς κάλλει περιδηλοθέντα, γίνεται εὐσημονέστερα. Ἐξῆς δὲ ζητεῖ ὁ λόγος τίνας αἱ δαιμονίαι τύχαι, καὶ ἂς οἱ βροτοὶ τὰς ἐκτὸς δυσχερεῖας ἔχουσιν. Εἰ μὲν γὰρ προηγουμένως ἡ θεία κρίσις δίδωσι τοῦτο μὲν πλοῦτον, ἕτερο δὲ πενίαν· δαιμονίαν δὲ ταύτην προαίρεσιν καλεῖν, καὶ μὴ τύχην. Εἰ δὲ μηδὲν ἐπίσταται ταῖς τούτων λογίαις, ἀλλ’ ὡς ἐτύχε καὶ αὐτομάτως συμπίπτει, τὸν μὲν εὐτυχῆ εἶναι, ὡς φασιν, τὸν δὲ δυστυχῆ· τύχην δὲ ταύτην καλεῖν, καὶ μὴ δαιμονίαν τύχην. Εἰ δὲ πρὸς τὴν ἀξίαν ἑκάστῳ τὰ προσήκοντα ἀπονέμει ὁ ἐπιτροπεύων ἡμῶν Θεός, καὶ τοῦ μὲν εἶναι τοιούσδε ἢ τοιούσδε ἡμᾶς οὐκ ἔστιν αἴτιος· τοῦ δὲ τὰς ἀμοιβὰς ἀποδιδόναι κατὰ τοὺς θεσμοὺς τῆς δικῆς μόνος ἐστὶ κύριος, εἰκῶς συνάψας εἴπε