Ancient Greek
481.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 481.1
Unproofread scanNot analysed yet
ἀδικοῦμενος βούλεται εἶναι Θεόν, ἵν’ ἐπικουρίας ὧν πέπονθα τύγῃ. Διὰ τοὺς ἀδικοῦντας εἰς τὸ ἀδικεῖσθαι περιστέψαι δέι, ἵν’ ὁ μὴ ἐθέλον ἐν τῷ δράν, τῷ τῆς πλεονεξίας πάθει μεθῴοντες, ἐν τῷ πάσχειν μεταμαθῶσι, τῷ τῆς ἐλαττώσεως ἀνιτρῷ παιδευόμενοι, εἰ γε καλῶς ὑπέχοιεν δίκας. Εἰ δὲ τῇ ἰταμότητι τῆς προσιράσεως ἐπὶ κακοῖν οἱτο, αὐτοὶ μὲν ἴσως ἤττον ὠφελοῦνται· παράδειγμα δὲ πού γίνονται πάντως παιδευτικόν τοῖς εὖ φρονοῦσι, καὶ διαισθάνεσθαι δυνάμενοις τὰς αἰτίας τῶν τοιούτων παθῶν. Ταύτας τῆς κρίσεως ἀρχὰς κυριωτάτας ἀποδεγώμεθα, τὴν ἀγαθότητα τοῦ Θεοῦ, τὸν ἀπὸ ταύτης νόμον, τὸν ἐν ἡμῖν παρανομούμενον ὁρθὸν λόγον, καί, ὥσπερ τινὰ ἔοικον Θεόν, πλήμμελούμενον· ἀποτέλεσμα δὲ τῆς κρίσεως, τὰ ἄλγεα, ὡς φησι, ταῦτα, ὅσα τραγύτερον ἡμῖν ποιεῖ τὸν βίον ταῖς περὶ σῶμα τε καὶ τὰ ἔκτος λύμαις· ἡ δὲ πρᾶξις φέρειν ὁ παρὼν εἰσηγεῖται λόγον ἐνθουσιωμένους τὰς αἰτίας αὐτῶν, καὶ ὅσον οἷόν τε περικόπτοντας, καὶ μετατιθέντας εἰς ὠφέλειαν τὰ δοκοῦντα βλαδερά· μάλιστα μὲν τῶν θείων ἀγαθῶν ἑαυτοὺς ἀξίους παρέχεσθαι διὰ τῆς ἀχροτάτης ἀρετῆς. Εἰ δὲ τῷ τοῦτο οὐδὲν ὀφείλει, τὸν γοῦν πολιτικῶν ἀγαθῶν διὰ τῆς μέσης ἀρετῆς τυγχάνετω. Τοῦτο γὰρ ἦν, ὁ πρὸς τὸ πάσχειν καλῶς τὰ ἄλγεινὰ καὶ ἴζεσθαι αὐτὰ ἐπιταττώμεθα. Ἦς οὖν ἡ ἴασις, ἢ τὰ προειρημένα πάντα, ἀρ’ ὧν καὶ ἡ εὐλόγιστος τῶν ἄλγεινῶν ὑπομονή, καὶ ἡ θεραπευτικὴ μέθοδος ὑποδείκνυται ; Κεφάλαιον δὲ τῶν εἰρημένων, ὅτι ὁ Θεός, νομοθέτης ὧν ἄμα καὶ δικαστής, τίθεται μὲν τὰ ἀγαθὰ,