Ancient Greek
479.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 479.2
Unproofread scanNot analysed yet
δαιμονίας τύχας τὰς τῆς κρίσεως ἀποφάσεις· ἡ μὲν θεῖον καὶ νοερὸν ἐστι τὸ κρίνον, δαιμονίας καὶ ἐπιστημονικὰς αὐτὰς προσειπών· ἡ δὲ οἰκεία προαιρέσει κακύνεται τὸ κρινόμενον, καὶ διὰ τοῦτο γίνεται τῶν δυσχερῶν τούτων αἴτιον, προσθεὶς τὸ τύχας, ὅτι οὐ προηγουμένως τόνδε τινὰ κολάσει ἢ τιμᾶσαι πρόκειται τῷ Θεῷ, ἀλλ’ ἀεὶ τὸν τοιούδε ἢ τοιούδε γεγόμενον· τούτου δὲ τὴν αἰτίαν ἐν ἡμῖν κεῖσθαι. Τὴν μὲν οὖν ἐπιπολοχὴν τῆς ἡμετέρας προαιρέσεως καὶ τῆς ἐκείνου κρίσεως τύχην ἀπογεννᾶν, ὥστε εἶναι τὸ ὅλον τοῦτο, δαιμονίαν τύχην, τὴν ἐπὶ τοῖς ἡμαρτημένοις θεῖαν ψῆφον· καὶ συνισάγεται οὕτω τὴν τῶν ὀνομάτων τεχνικὴν εὐρεῖσιν, τὴν τε θεῖαν ἐπιστάσιν, καὶ τὸ αὐτεξούσιον τῆς ψυχῆς, καὶ ἀθάνατον· καὶ μᾶς καὶ’ εἰμαρμένην ἢ πρόνοιαν πάντα γίνεσθαι, μᾶς ὡς ἐτυχε, καὶ ἀπὸ ταυτομάτου, μᾶς κατὰ τὸ αὐτοπροχρέτον ἡμῖν τὸν βίον διατεθεῖσθαι πάντα. Ἀλλ’ ὅσα μὲν ἐν τοῖς ἐφ’ ἡμῖν ἀμαρτάνομεν, ταῦτα εἰς προαίρεσιν ἀναφέρεσθαι· ὅσα δὲ ἐπὶ καὶ ἡμαρτημένοις κατὰ τοὺς τῆς δικῆς ἐπεταὶ νόμους, εἰς εἰμαρμένην· τὰ δὲ προηγουμένως παρὰ τοῦ Θεοῦ ἐνδιδομένα ἀγαθὰ, εἰς πρόνοιαν· εἰς δὲ τὸ εἰκῇ, καὶ ὡς ἐτύχουν, οὐδὲν τῶν ὄντων ἀναφέρειν τὴν αἰτίαν· ἀλλ’ οὐδὲ τῶν γινομένων· εἰ μὴ ἄρα κατὰ συμβεβηκός, καὶ κατ’ ἐμπλοχὴν τῶν ἀπὸ προνοίας· καὶ εἰμαρμένης καὶ προαιρέσεως προηγουμένων ἐνεργουμένων, ἐπακολουθήσει τὸ ὡς ἐτυχε τοῖς προτουρχοῖς αἰτίοις. Οἷον φέρει, ὁ δικαστὴς τὸν φονέα κολάζειν βούλεται, καὶ οὐ τόνδε τὸν ἄνθρωπον· κολάζει δὲ καὶ τούτον, ὃν οὐκ ἐβούλετο, ὅταν αὐτὸς