Ancient Greek
487.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 487.2
Unproofread scanNot analysed yet
ψυχὴ πρὸς τὸ καταγωνίσασθαι τὰς ἐκτροπὰς τῆς ἀληθείας ἀδουδῶς οὕσαι τὰς ψευδεῖς δόξας, ὡς προεκλελογισμένη πάντα τὰ παρὰ τὸ ἀληθὲς ἐν αὐτῇ τῇ τοῦ ἀληθοῦς κατανοήσει. Τί οὖν ταράξει τοῦτον, ὡς ἄλυτον ὄν; τί δὲ ἰσχυροῦ φαντασίαν παρέξει τούτῳ, ὃς προκατηγνώσται πᾶν τὸ ψεῦδος; Οὐ μόνον οὖν ἐκ τῆς ἠθικῆς ἀρετῆς τὴν ἀταραξίαν ἔχει ὁ ἐπιστήμων, ἀλλὰ καὶ ἐκ τοῦ θαρσεῖν τοὺς τοιούτους ἀγῶνας. Ταῦτα μὲν περὶ τῆς ἐπιστημονικῆς τῶν λόγων διακρίσεως. Περὶ δὲ τῆς διὰ πάντων ἀνεξαπατήτου ἐξεως, ἣν δεῖ κεκτήσθαι τὸν ἐπιστήμονα, εὐθὺς ἐπισυνάπτεται.