Ancient Greek
487.3 to 487.6
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 487.3-6
Unproofread scanNot analysed yet
—"Ὁ δὲ τοι ἐρέω, ἐπὶ παντὶ τελείσθω· μηδεὶς μήτε λόγῳ σε παρείπη, μήτε τι ἔργῳ, πρῆξαι, μηδ' εἰπεῖν, ὅ, τι τοι μὴ βέλτερόν ἐστι. Τοῦτο διὰ πάντων τείνει τὸ παράγγελμα, ἰσοδυναμοῦν τῷ ἄνω που εἰρημένῳ, Πρῆξεις δ' αἰσχρὸν ποτε μήτε μετ' ἄλλου, μήτ' ἰδίᾳ· πάντων δὲ μάλιστα' αἰσχύνεο σαυτόν. "Ὁ γὰρ ἐαυτὸν αἰδεῖσθαι μεμαθηκώς, καὶ μήτε ἐν μονώσει, μήτε ἐν κοινωνίᾳ, τὴν τοῦ αἰσχροῦ πρᾶξιν ἀνεγόμενος, ἀλλὰ καὶ τὴν φαντασίαν αὐτὴν τοῦ τοιούτου παρατιθόμενος διὰ τὸν εἴσω φύλακα λόγον, οὕτως ἐστιν