Ancient Greek
488.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 488.1
Unproofread scanNot analysed yet
δ δυνάμενος νῦν ἀκούειν, μηδεὶς μήτε λόγῳ σε παρεῖπη, μήτε τι ἔργῳ. Μόνος γὰρ ἀνεξάπατητος, καὶ ὑπ’ οὐδενὸς οὐδαμῶς εὐπαραλόγητος, ὁ τὴν ἀξίαν ἑαυτοῦ γνοὺς ἄνθρωπος, καὶ οὔτε καλλοχέαις θωπευόμενος, οὔτε τοῖς ἐκδειμαίνουσι ταπεινούμενος, κλῆν πολέμιοι ἢ φίλοι ὁποτεραιοὺν τούτων προτείνουσιν. Ἐν γὰρ τῷ μηδεὶς πᾶν πρόσωπον κείται, καὶ πατήρ, καὶ τύραννος, καὶ φίλος, καὶ ἐχθρός. Οἱ δὲ τρόποι τῆς παραχωνῆς ἢ διὰ λόγων ἢ ἔργων γίνονται· λόγων μέν, θωπευόντων ἢ ἀπειλούντων, ἔργων δέ, δωρεὰς ἢ τιμωρίας προτεινόντων. Πρὸς πάντα δὲ ταῦτα τετειχισμένην δεῖ τὴν ψυχὴν ἔχειν τὸν ὀρθὸν λόγον, πρὸς τὸ ἀμείλικτον καὶ ἀδούλιωτον ὑπὸ τῶν ὁπισθῶν ἐξωθεν προσπιπτόντων ἡμῖν ἡδονῶν τε καὶ λυπηρῶν. Ὁ γὰρ ὀρθὸς ἐνυπάρχων λόγος, σωφροσύνην καὶ ἀνδρείαν ἐκκατέρωθεν παραστήσας τῇ ψυχῇ τοὺς ἀδαμαντίνους φύλακας, ἀνεξάπατήτους ἡμᾶς διατηρήσει καὶ ἀπὸ τῆς τῶν προσγνῶν θωπείας, καὶ ἀπὸ τῆς τῶν φοβερῶν καταπλήξεως· οἷς ἐπιγίνεται δικαιοσύνη ἀκριβής, ἣν παρήγγειλεν ἄνω ποῦ ἀσχεῖν ἔργῳ τε λόγῳ τε. Οὗτω μὲν οὖν οὐδεὶς οὐδαμῶς ἡμᾶς ἀναπελεῖν ἢ λόγον προέσθαι, ἢ ἔργον διαπράξασθαι, ὁ μὴ τῷ ὀρθῷ λόγῳ ἐστὶ σύμφωνον. Εἰ γὰρ πάντων μάλιστα’ αἰσγνοιοῦμεν’ ἑαυτούς, δῆλον ὡς οὐδεὶς ἡμῖν αἰδεσιμώτερος ἡμῶν αὐτῶν φανήσεται, οὐδὲ φοβερώτερος, ὡς προκαλέσασθαι πρὸ τὸ δεῖν εἰπεῖν τι ἢ πράξαι. Ἐπιβλαβὲς γὰρ τῇ ψυχῇ ἐκάτερον. Τὸ δὲ ἐκείνη βλαβερόν, τοῦτο καὶ ἡμῖν ἀσύμφωνον· ἐπείπερ ἡμεῖς ἢ ψυχή. Ἀκριβῶς οὖν ἀκουστέον τοῦ δ, τι τοι μὴ βέλτερόν ἐστι· καὶ’