Ancient Greek
496.2
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 496.2
Unproofread scanNot analysed yet
καὶ τῶν ταύτης ἔργων; Ὡς οὖν οὖν τε φρονήσεως ὄργανον γενέσθαι τὸ σῶμα, οὕτως αὐτὸ διὰ πάντων θρέψει τε καὶ παιδεύσει, ψυχῆς μὲν προηγουμενως ἐπιμελοῦμενος, διὰ ταύτην δὲ καὶ τοῦ σώματος. Οὔτε γὰρ προτιμήσει αὐτὸ τῆς χρωμένης, οὔτε παντελῶς ἀμελήσει αὐτοῦ πάλιν διὰ τὴν χρωμένην· ἀλλ’ ἐν τάξει τῇ ποιεσούση ὡς ὄργανου ποιήσεται τὴν ἐπιμέλειαν, πρὸς τὴν τοῦ χρωμένου ἀρετὴν καὶ τὴν τοῦ σώματος ὑγίειαν ἀναφέρων. Διὸ οὐ πανταχόθεν αὐτὸ θρέψει, ἀλλ’ ἀφ’ ὧν δεῖ μόνων. Ἔστι γὰρ ἄ μὴ δεῖ προσφέρεσθαι, ὡς βαρύνοντα τὸ σῶμα, καὶ καθελκοντα τὸ συμφὲς πνεῦμα τῆς ψυχῆς πρὸς ὀλιγωτέρας ἐμπαθείας· περὶ ὧν ὑστερον ὁ λόγος φησίν·