Ancient Greek
496.3
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 496.3
Unproofread scanNot analysed yet
Τὰ τοιαῦτα οὖν παντελῶς παραιτήσεται· ὧν δὲ ἐξὼν προστέρεσθαι τὴν ποσότητα καὶ τὸν καιρὸν μετρήσει καὶ, ὡς φασιν Ἰπποκράτης, ὥρην, καὶ χώραν, καὴ ἡλικίην περιεργάζεται, καὶ πάντα ὅσα τοῦ τοιούτου τύπου· οὐχ ἀνεξέταστος ἐπιτρέψαν ἐμπιπλάσθαι ὧν ἐξὼν μεταλαμβάνειν, οὐδ’ ἀκρίτως νέον καὶ πρεσβύτην ὁμοίως διατίζεσθαι, ἢ ὑγιεινὸν καὶ νοσῶδη, ἢ ἀργόμενον φιλοσοφίας καὶ εἰς ἀχρὸν αὐτῆς ἥκοντα. Ταῦτα δὲ πάντα συνέλιπεν τὸ Πυθαγορικὸν μέτρον, τῇ προσθήκῃ τοῦ, ὁ μὴ σ’ ἀνιήσει. Πάντα γὰρ εἰς τὴν φιλόσοφον εὐζωίαν συντείνοντα πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν ἐπέτρεψεν τῷ βραχεῖ τούτῳ ῥήματι· καὶ τοῖς προειρημένοις περὶ ὑγιείας ψυχῆς ἐπῆγαγεν, οὐδ’ ὑγιείας τῆς περὶ σῶμ’ ἀμέ-