Ancient Greek
497.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 497.1
Unproofread scanNot analysed yet
εἰαν ἔχειν γρη· ὡς ἔχει μὲν τὴν τοῦ χρωμένου ἀρετὴν παραδίδουθαι, ἐνταῦθα δὲ τὴν τοῦ ὀργάνου σωτηρίαν. Σύνψων οὖν ταῦτα ἐκεῖνοις, καὶ εὐρήσεῖς, ὅτις εἰ ὁ παραγγέλλεται, τοιοῦτο δεῖν ποιείσθαι τὸ μέτρον τῆς περὶ τὸ σῶμα τάξεως, ὁ μὴ σ’ ἀνιῆσει, ὁ μὴ ἐμποδίζει τὴν φιλόσοφον πρόθεσιν, ἀλλ’ ἐποιρηλήσει τῇ συνεργίᾳ τὴν πρὸς ἀρετὴν ὀδεύουσαν ψυχήν. Ποτοῦ δὲ καὶ σίτου μέτρον εἶπε, τὰς ὑπερβολὰς καὶ τὰς ἐλλείψεις ἀπαγορεύων, ὁ λόγος, τὸ δὲ μέσον καὶ σύμμετρον ἀσπαζόμενος· ὅθεν καὶ τὸ γαστρὸς κρατεῖν καὶ ὕπνου λαγνεῖνς τε καὶ θυμοῦ εὐκόλως παραγίνεται. Τὸ γὰρ νῦν λεγόμενον μέτρον τὴν ἐν ἐκεῖνοις ἀμετρίαν χαλάζει, καὶ ὑπεξαίρεται τὸ λυποῦν καὶ καθέλκων τὴν πρὸς νοῦν καὶ θεὸν ἐπείγομένην ψυχήν. Δεὶ γὰρ αὐτὴν ἀνιοῦσαν πρὸς νοῦν γαλήνην ἔχειν ἀπὸ τῶν παθητικῶν κινημάτων, καὶ τεταγῆναι αὐτῇ τὰ κάτω καλῶς πρὸς τὸ ἀδούδον τῆς τῶν ἀνωθεν θεωρίας. Τοῦτο ἤν τὸ μέτρον, ὁ μὴ σ’ ἀνιήσει· τοῦτο τὸ κρατοῦν γαστρὸς ἄμα, καὶ τὴν τοῦ ὀργάνου σωτηρίαν ποιούμενον, τὸ ἀρετὴν ψυχῆς ἐπιδεικνύμενον, καὶ τὴν τοῦ σώματος ξέν μὴ καταλῦον. Μέρος γὰρ ἀρετῆς ἐστὶ καὶ τὸ εἰδέναι σώζειν τὸ ὄργανον, καὶ συναρμόζειν αὐτὸ πρὸς τὴν φιλόσοφον γρῆσιν. Ἐπεὶ δὲ οὐ μόνον ἐν τροφαῖς καὶ γυμνασίσις ἐστὶν ἡ τοῦ σώματος θεραπεία, ἀλλὰ καὶ ἄλλων πολλῶν προσδεῖται, ὅσων ἱματίων, ὑποδημάτων,