Ancient Greek
507.10 to 507.7
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 507.10-7
Unproofread scanNot analysed yet
ξιν αὐτῶν ἐντεῦθεν τὸ τῆς συστάσεως ὄνομα δηλοῖ· τὸ δ' ἡ διέρχεται, τὴν κατ' εἶδος διαφορὰν· καὶ τὸ ἢ κρατεῖται, τὴν κατὰ γένος κοινωνίαν. Φύσει γὰρ διεστῶσα τῶν λογικῶν οὐσιῶν τὰ γένη κατὰ ταύτην τὴν διάστασιν εἰς μίαν κοινωνίαν συνέχεται. Τῷ γὰρ εἶναι τὰ μὲν πρῶτα, τὰ δὲ μέσα, τὰ δὲ ἔσχατα, διαχέρεται ἅμα καὶ ἕνωται. Οὔτε γὰρ τὰ πρῶτα ἂν γένοιτο μέσα, ἢ ἔσχατα· οὔτε τὰ μέσα πρῶτα, ἢ ἔσχατα· οὔτε τὰ ἔσχατα μέσα, ἢ πρῶτα· ἀλλ' ἐν τοῖς δημιουργικοῖς ὁροῖς αὐδίως μένει κατὰ γένος δια- -----τούτων δὲ κρατῆσαι, κεκριμένα. Καὶ οὕτω μὲν τὸ ἢ ἕκαστα διέρχεται νοοῦμεν. Τὸ δὲ ἢ ἕκαστα κρατεῖται, πάλιν αὐ τῆς θεωρήσομεν. Τὸ πᾶν τοῦτο οὐκ ἂν εἴη τέλειον, μὴ πρῶτα καὶ μέσα καὶ ἔσχατα μέρη ἐν ἑαυτῷ κεκτημένον, ὡς ἀρχὴν καὶ μέσην καὶ τελευτὴν τοῦ ὅλου συστήματος. Καὶ τὰ πρῶτα οὐκ ἂν εἴη πρῶτα, μὴ γνῶσκει ἀδιανόητον τε θεῶν ὑψηλῶν τ' ἀνθρώπων σύστασιν, ὃ τε ἕκαστα διέρχεται ἢ τε κρατεῖται. Πρῶτον μὲν Θεογνωσίαν καὶ θεολογικὴν ἐπιστήμην παρέσεσθαι τοῖς οὕτως ἀγνοεῖσι προλέγει, καὶ πάντων τῶν ἀπὸ τῆς ἱερᾶς τετραχτοῦς ὑποστάσεων τὴν ἐπίγνωσιν, μετὰ τῆς κατὰ γένος αὐτῶν διακρίσεως, καὶ τῆς εἰς ἕνα κόσμον ἐνώσεως. Τὴν μὲν γὰρ σύντα-