Ancient Greek
508.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 508.1
Unproofread scanNot analysed yet
μέσων καὶ ἐσχάτων αὐτοῖς ἐπομένων, οὐδὲ τὰ μέσα τούτ' ἄν εἴη, ὁ λέγεται, μὴ ἀκρων ἐκπερώσεν αὐτοῖς παρακειμένων· ἀλλ' οὐδὲ τὰ ἔσχατα εἴη ἂν ἔσχατα, μὴ πρώτων καὶ μέσων προηγούμενων. Συνεισάγει οὖν ἄλληλα πρὸς τὴν τοῦ παντὸς τελειότητα. Καὶ τούτ' ἤν, τὸ κρατεῖν αὐτὰ ὑπ' ἀλλήλων· ὡς μὲν ἑτεροεῖδη, διαφέροντα· ὡς δὲ ἕνος κόσμου μέρος, συνειστόντα· καὶ αὐτῷ τῷ διεστάναι ἄμα καὶ ἡνωσθαι τῆς θείας διακοσμῆσεως τὴν ὅλην σύστασιν καὶ σύνταξιν πληροῦντα· ἣν γνώσεται, φησίν, εἰ ἐχρατῆς γένοιτο τῶν προειρημένων καλῶν. Τῶν δὲ ἀκρων γενῶν τῇ μνήμῃ συνεισερῆγεται τὰ μέσα· ἀθωνάτων γὰρ φησι θεῶν ὀνητῶν τ' ἀνθρώπων σύστασιν. Τὰ δὲ πρῶτα τοῖς ἐσχάτοις διὰ τῶν μέσων συνάπτεται, καὶ τὰ ἔσχατα πρὸς τὰ πρῶτα τῇ μεσότητι τῶν ἀγαθῶν Ἡρώων ἀνατείνεται. Τοιαύτη δὲ καὶ ἡ τάξις τῶν λογικῶν γενῶν ἢ ἐν προοιμίοις παραδίδεται, ὡστ' εἶναι πρώτῳ μὲν ἐν τῷδε τῷ κόσμῳ οἱ ἀθάνατοι Θεοί· ἐπεὶδ' Ἡρωες ἀγαθοί· καὶ τελευταῖοι Δαιμόνες καταχθόνιοι, ὡς νῦν ὀνητοὺς ἀνθρώπους καλεῖ. Πῶς δὲ ἕκαστον τούτων δεῖ νοεῖν ἤδη ἐν προοιμίοις εἴρηται· τὸ δὲ γνῶσιν τούτων προλαβεῖν ἐπιστημονικήν, ὧν ἐκ παραδόσεως τὴν τιμὴν προειλήφαμεν, πρακτικὴν ἀρετὴν ἀληθεῖα θεωρητικὴ κοσμοῦσιν ἐγγίνεται, ἢ καὶ ἀπὸ τῆς ἀνθρωπίνης εὐξίας ἐπὶ τὴν θεῖαν ἀρετὴν μεθισταμένοις. Τὸ γὰρ οὕτω γνῶναι τὰ ὄντα, ὡς παρ' αὐτοῦ τοῦ θεοῦ ὑπέστη, ὁμοίωμα τὴν θεῖον κτῆσασθαι. Ἐπειδὴ δὲ μετὰ τὴν ἀσωμάτων διακόσμησιν ἢ σωματικὴ φύσις ὑπόκειται, τὸν ἐμφανῆ τούτων συμπληροῦσα κόσμον, καὶ πρὸς τὴν τῶν λογικῶν οὐσιῶν ἠγεμονίαν συντεταγμένη, ἐξῆς τὸ τῆς φυσιολογικῆς ἐπιστήμης ἀγαθὸν ἐπακολουθοῦσιν μηνύει τοῖς ἐν τάξει προιοῦσιν ἐπὶ τὰς γνώσεις.