Ancient Greek
514.3
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 514.3
Unproofread scanNot analysed yet
Τὸν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ Παντὸς ὅσος ἦν τοῖς Πυθαγορείοις τῷ τοῦ Διὸς καὶ Ζηνὸς ὀνόματι σημύνειν. Δι᾽ ὃν γὰρ τὸ εἶναι καὶ τὸ ζῆν τοῖς πᾶσιν ὑπάρχει, τοῦτον δίκαιον ἀπὸ τῆς ἐνεργείας ὀνομάζεσθαι. Κύριον γὰρ ὄντως ὄνομα θεοῦ, τὸ ταῖς ἐνεργείαις αὐτοῦ καὶ ταῖς ποιήσεσι μάλιστα πρέπον· τὰ δὲ ἐφ᾽ ἡμῶν δοκοῦντα κύρια εἶναι τύχῃ καὶ προξίρεσις τίθεται μᾶλλον, ἢ ἢ τῆς οὐσίας οἰκειότης ἐξευρίσκει, ὡς ἐστιν ἐπὶ πολλῶν ἰδεῖν ὀνομάτων ἀλλοτρίως τισὶ κειμένων· σὸν, εἰ ὁ πονηρὸς τῶν τρόπων Ἀγᾶθων