Ancient Greek
515.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 515.1
Unproofread scanNot analysed yet
καλοῖτο, καὶ εἰ ὁ ἀθεος τὴν γνώμην Εὐσέβιος. Τὰ γὰρ τοιαῦτα οὐδὲν μετέχει τῆς τῶν ὀνομάτων ὀρθότητος, ὅτι μηδὲν τῆς οὐσίας ἢ τῆς ἐνεργείας περιίστησι τῶν πραγμάτων ἐκείνων, οἷς κείται ὄνοματα. Τὴν οὖν ὀντως ὀρθότητα τῶν ὀνομάτων ἐν τοῖς ἀπίοις τῶν πραγμάτων χρῆ ζητεῖν· καὶ τούτων ἐν τοῖς θεοῖς· καὶ τῶν θεῶν ἐν τοῖς ἀρίστοις. Ὦν καὶ τὸ τοῦ Διὸς ὄνομα σύμβολόν ἐστι καὶ εἰκόνιν ἐν φωνῇ δημιουργικῆς οὐσίας, τῇ τοῦς πρώτους θεμένους τοῖς πράγμασι τὰ ὀνόματα, διὰ σοφίας ὑπερβολὴν, ὥσπερ τινὰς ἀγαλματοποιούς ἀρίστους, διὰ τῶν ὀνομάτων, ὡς δι’ εἰκόνων, ἐμφανισαι αὐτῶν τὰς δυνάμεις. Τὰ γὰρ ἐν τῇ φωνῇ ὀνόματα σύμβολα τῶν ἐν τῇ ψυχῇ νοήσεων ἀπειργάζοντο, τὰς δὲ νοήσεις αὐτὰς γνωστιὰς εἰκόνας τῶν νοηθέντων πραγμάτων ἐποιουντο. Τῇ γὰρ πρὸς τὰ νοητὰ ἐπιστορῇ θεωρίας πλησθέντες, κάλειδον ἐγχύμονας γενόμενοι νοερῶν ὀψίνων, εἰς φωνὰς ἤδη προϊόντες τοιαῦτα ἐτίθετο τοῖς οὖσι τὰ ὀνόματα, ἃ δι’ αὐτῆς τῆς φωνῆς, καὶ τῶν εἰς τὴν ταύτης ἐκφώνησιν παραληφθέντων στοιχείων, ὡς οἷόν τε ἦν, ἀπετύπου τῶν ὀνομαζομένων τὰ εἴδη, καὶ ἐπέστρεφε πρὸς αὐτὰς τὰς οὐσίας τοὺς ὀρθῶς αὐτῶν γνωστούοντας· ὥστε γίνεσθαι τὸ πέρας τῆς ἐκείνων θεωρίας ἀρχὴν ἡμῖν πρὸς εὕρεσιν τῆς τῶν πραγμάτων νοήσεως. Οὕτω μὲν οὖν ὁ δημιουργὸς αὐτοῖς πάλαι μὲν τετρακτύς, νῦν δὲ Ζεὺς πατὴρ, δι’ ἃς εἴπομεν αἰτίας, ὀνόμασται. Ὁ δὲ αἰτεῖ παρ’ αὐτοῦ τῆς παρούσης εὐχῆς ὁ λόγος, τοῦτο ἤδη τοῖς πᾶσιν ἐφ’ ἡλῶται δι’ ἀγαθότητα· παρ’ ἡμῖν δὲ ἐστι τὸ λαβεῖν τὸ ἀεὶ παρ’ ἐκείνου διδόμενον. Καὶ γὰρ ἐν τοῖς προτέροις ἐλέγετο,