Ancient Greek
584.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 584.1
Unproofread scanNot analysed yet
ΑΝΩΝΥΜΟΥ ΤΙΝΟΣ ΔΙΑΛΕΞΕΙΣ ΗΘΙΚΑΙ ΔΩΡΙΣΤΙ ΣΥΓΓΕΓΡΑΜΜΕΝΑΙ. ΔΙΑΛΕΞΙΣ Α. Περὶ ἀγαθῶ καὶ κακῶ. Δισσοὶ λόγοι λέγονται ἐν τῇ Ἑλλάδι ὑπὸ τῶν φιλοσοφούντων περὶ τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ. Τοὶ μὲν γὰρ λέγουσι, ὡς ἄλλο μὲν ἐστι τὸ ἀγαθόν, ἄλλο δὲ τὸ κακόν· τοὶ δέ, ὡς τὸ αὐτὸ ἐστι, καὶ τοὶς μὲν ἀγαθὸν εἶη, τοὶς δὲ κακόν, καὶ τῷ αὐτῷ ἀνθρώπῳ τότε μὲν ἀγαθόν, τότε δὲ κακόν. Ἐγὼ δὲ καὶ αὐτὸς τοῦσδε ποτιτίθεμαι· σκέψομαι δὲ ἐκ τοῦ ἀνθρωπίνου βίου, ὧν ἐπιμελῆς, βρώσιός τε καὶ πόσιος καὶ ἀφροδισίων. Ταῦτα γὰρ ἀσθενοῦντι μὲν κακὰ ἐστιν, ὑγιαίνοντι δὲ καὶ ὁσομένῳ ἀγαθά. Καὶ ἀκρασία τοίνυν τούτων τοὶς μὲν ἀκρατέσι κακόν, τοὶς δὲ ἰατροὶς ἀγαθόν. Τοίνυν Θάνατος τοὶς μὲν ἀποθανοῦσι κακόν, τοὶς δ' ἐνταφιοτῷλαις καὶ τυμβωποὶς ἀγαθόν. Γεωργία τε καλῶς ἐξενείκασα τὸς καρποὺς τοὶς μὲν γεωργοὶς ἀγαθόν, τοὶς δὲ ἐμπόροις κακόν. Τὰς τοίνυν ὁλκάδας συντρίβεσθαι καὶ παραθραύεσθαι τῷ μὲν ναυκλήρῳ κακόν, τοὶς δὲ ναυπηγοὶς ἀγαθόν. Ἐτι τὸν σίδηρον κατέσθεσθαι καὶ ἀμβλύνεσθαι καὶ συντρίβεσθαι τοὶς μὲν ἄλλοις κακόν, τῷ δὲ χαλκῇ ἀγαθόν. Καὶ μὲν τὸν κεραμον παραθραύεσθαι τοὶς μὲν ἄλλοις κακόν, τοὶς δὲ κεραμέυσιν ἀγαθόν. Τὰ δὲ ὑποδήματα κατατριβεσθαι καὶ διαρρήγνυσθαι τοὶς μὲν ἄλλοις κακόν, τῷ δὲ σχυτῇ ἀγαθόν. Ἐν τοίνυν τοὶς ἀγῶσι τοὶς γυμναστικοὶς καὶ τοὶς μουσικοὶς καὶ τοὶς πολεμικοὶς, αὐτίκα ἐν τῷ γυμνικῷ τῷ σταδιοδρόμῳ ἄ νίκα τῷ μὲν νικῶντι ἀγαθόν, τοὶς δὲ ἠσσημένοις κακόν. Καὶ τοῦτο δὲ καὶ τοὶ παλαισταὶ καὶ πύκται καὶ τοὶ ἄλλοι πάντες μουσικοὶ· αὐτίκα δὲ κιθαρῳδία τῷ μὲν νικῶντι ἀγαθόν, τοὶς δὲ ἠσσημένοις κακόν. Ἐν τε τῷ πολέμῳ· καὶ (τὰ νεώτατα πρώτων ἔρῶ) ἄ ἄ τῶν Λαχεδαιμονίων νίκα, ἐν ᾗ ἐνίκων τὸς Ἀθηναίους καὶ τὸς συμμάχους, Λαχεδαιμονίοις μὲν ἀγαθόν, Ἀθηναίοις δὲ καὶ τοὶς συμμάχοις κακόν· ἄ τε νίκα, ἄν τοὶ Ἕλληνες τὸν Πέρσαν ἐνίκασαν, τοὶς μὲν Ἕλλησιν ἀγαθόν, τοὶς δὲ βαρβάροις κακόν. Ἄ τοίνυν τοῦ Ἰλίου αἵρεσις τοὶς μὲν Ἀχαιοὶς ἀγαθόν, τοὶς δὲ Τρωσὶ κακόν. Καδδὲ ταυτὸ καὶ τὰ τῶν Θηβαίων καὶ τὰ τῶν Ἀργείων πάθη, καὶ ἄ τῶν Κενταύρων καὶ Λαπιθῶν μάχα τοὶς μὲν Λαπίθαις ἀγαθόν, τοὶς δὲ Κενταύροις κακόν. Καὶ μὲν καὶ ἄ τῶν θεῶν καὶ Γιγάντων λεγόμενα μάχα καὶ νίκα τοὶς μὲν θεοὶς ἀγαθόν, τοὶς δὲ Γίγασι κακόν.