Ancient Greek
585.1
Hierocles Phil., Ἠθικὴ στοιχείωσις 585.1
Unproofread scanNot analysed yet
Ἄλλος δὲ λόγος λέγεται, ὡς ἄλλο μὲν τἀγαθὸν εἴη, ἄλλο δὲ κακόν, διαφέρον, ὥσπερ καὶ τὸνῦμα, οὕτω καὶ τὸ πρᾶγμα. Ἐγὼ δὲ καὶ αὐτὸ τοῦτον διακρίψομαι τὸν τρόπον· δοκῶ γὰρ διδάξαι ἡμῖν, ποῖον ἀγαθὸν καὶ ποῖον κακόν, αἱ τὸ αὐτὸ καὶ μὴ ἄλλο ἑκάτερον ἐστί· καὶ γὰρ ὁμασμάτων κ' εἴη. Οἶμαι δὲ οὐδὲν κ' αὐτὸν ἔχειν ἀποκρινάσθαι, αἱ τις αὐτὸν ἐρωτῶ τὸν ταῦτα λέγοντα· Εἰπόν δή μοι, ἦδη τι τῶς γονέας ἀγαθὸν ἐποίησας; φαῖν κα, καὶ πολλὰ καὶ μεγάλα. Τὺ ἀρα κακὰ καὶ μεγάλα καὶ πολλὰ τούτοις ὀφείλεις, αἴπερ τωυτόν ἐστι τὸ ἀγαθὸν τῷ κακῷ. Τί δέ, τῶς συγγενέας ἦδη τι ἀγαθὸν ἐποίησας; τῶς ἀρα συγγενέας κακὸν ἐποίησας. Τί δέ, τῶς ἑχθρὼς ἦδη κακὼς ἐποίησας; καὶ πολλὰ καὶ μεγάλα. Ἄρα ἀγαθὰ ἐποίησας. Ἄγε καὶ δή μοι καὶ τόδε ἀποκρῖναι· ἄλλο τι ἢ τῶς μὲν πτωχὼς οἰκτείρεις, ὅτι πολλὰ καὶ μεγάλα ἔχοντι κακά, τῶς δὲ πλουσίους πάλιν εὐδαίμονίζεις, ὅτι πολλὰ καὶ ἀγαθὰ πράσσωσι, αἴπερ τωυτὸν καὶ κακὸν καὶ ἀγαθόν; Τὸν δὲ βασιλέα τὸν μέγαν οὐδὲν κωλύει ὁμοίως διακεῖσθαι τοῖς πτωχοῖς. Τὰ γὰρ πολλὰ καὶ μεγάλα ἀγαθὰ αὐτῷ πολλὰ κακὰ καὶ μεγάλα ἐστίν, αἴκα τωυτὸν ἐστι τἀγαθὸν καὶ κακόν. Καὶ τάδε μὲν περὶ τῶ παντὸς εἰρήθω. Εἶμι δὲ καὶ καθ' ἕκαστον, ἀρξάμενος ἀπὸ τῶ ἐσθίεν καὶ πίνεν καὶ ἀφροδισιάζεν. Ταῦτα γὰρ τοὺς ἀσθενέουσι πάντα ποῖιν ἀγαθὸν ἐστιν αὐτοῖς καὶ κακόν, αἴπερ τωυτὸν ἐστιν ἀγαθὸν καὶ κακόν· καὶ τοῖς νεοῖσιν κακὸν ἐστι τὸ νεοῖν καὶ ἀγαθόν,